[ ]
Nisyros — early 2nd c. BC — GVI 805
1 | [ἥδε μέ]ν ἐ[σ]τ[ι Κλειώ], ἄριστον ἇι ἕ[σπετο κ]ῦ̣δος· |
[ἀλλ]ὰ καὶ ἐγ̣ [π]αίδ̣[ω]ν εὖ̣ μ̣[άθε κ]εδνὸν ἔπος· | |
[φ]ήμη κηρύσσ[ει γ’ ὅτου] εὐσεβὲς ἦθος ἐν ἀστοῖς, | |
καὶ κατὰ γῆς [τί]μ̣ης ἄρνυται ἀθανάτου· | |
5 | Ἀρχ[έλ]εω δὲ θύγατρα τίς οὐκ ἤινηισε θανοῦσαν, |
τὰν ὁσίην ὅσιον τέρμ’ ἐπεὶ εἷλε βίου; | |
εἴτε σύγ’ εὐσεβέων χώρους, Δαματρίου εὐνά, | |
ναίεις, εἴτε θεᾶς Φερσεφόνης πάρεδρος, | |
ἵλαος οἰκοίηις καὶ ὑπὸ χθονὸς υἱεῖ Ἄδρωνι, | |
10 | ὅς σοι ὕπερθε τάφου θήκατο σῆμα τόδε. |