SEG 49:1108
[ ] Kos Isl. — Asklepieion — decree of Thasos — 3rd c. BC — Chiron 29 (1999) 267, 3
See also:
[— — — — — — — — — — — — — — — — — —]
1 [πρόσοδον πρὸ]ς [τὴμ βουλὴν καὶ τὸν δῆμον]
[πρ]ώτοις μετὰ τὰ ἱερά· vv ὅπως δὲ ἀναγορευθ[ῶσιν]
[οἱ] στέφανοι Διονυσίοις, ἐπιμεληθῆναι τοὺς [ἄρ]-
[χ]οντας καὶ τὸν ἱερέα τοῦ Διονύσου· ὅπως δὲ α̣[ἱ]
5 δεδομέναι τιμαὶ τῶι δήμωι τῶι Κώιωγ κα̣ὶ̣ vac.
τοῖς δικασταῖς φανεραὶ καὶ Κώιοις γένωντα̣ι [καὶ]
ἀναγραφῶσιν ἐγ Κῶι εἰς στήλην, ἑλέσθαι ἄνδ[ρα],
ὃ̣ς ἀφικόμενος εἰς Κῶ τό τε ψήφισμα ἀποδώσ[ει]
[Κ]ώιοις καὶ ἀξιώσει αὐτοὺς τήν τε τῶν στεφ[ά]-
10 νων ἀναγόρευσιμ ποήσασθαι ἐν τοῖς ἀγῶσ̣[ιν]
οἷς νόμιμόν ἐστιν αὐτοῖς τὰς τῶν τοιούτω[ν]
ἀναγορεύσεις γίνεσθαι καὶ τόπον ἀποδεῖξαι τῆ[ς]
στήλης τῆι ἀναθέσει ὡς ἐπιφανέστατον̣· δ̣οθῆνα[ι]
δὲ τοῖς δικασταῖς καὶ εἰς ἱερὰ καὶ ἐπὶ ξένια̣ τὸν ἀ-
15 ποδέκτην τὸ ἐκ τῆς ἀρτύος· καλεσάτωσαν δ̣[ὲ]
[α]ὐ̣τοὺς οἱ ἄρχοντες ἐπὶ ξένια εἰς τὸ πρυταν[εῖον]·
[ὅπ]ως δ’ ἂγ καὶ ἀποσταλῶσιν ὡς ἀσφαλέστατ[α],
[ἐπι]μεληθῆναι τοὺς ἄρχοντας καὶ τοὺς πολεμάρ-
[χου]ς καὶ τοὺς ἀπολόγους· τὸ δὲ ἀνήλωμα τὸ εἰς v
20 [ταῦ]τα γενόμενον δοῦναι τὸν ἀποδέκτην· vacat
[εἶπα]ν πρόεδροι· v ἡιρέθηι Παρμένων Ἡρακλείτου· v
[δικ]α̣σταί· v Θεμισταγόρ̣ας Ἱππία, Νέων Ναυκλεῦ̣[ς],
[Ἱπποκ]ρ̣άτης v Δράκοντος.
Search Help
Contact Us