{²corona}² | |
1 | ἐπὶ Φαινίππου, Γεραστίου νουμηνία, |
Θεύδοτος Μενητίδα εἶπεν· v ἐπειδὴ | |
Θευγένης Ἑρμογένου ἀποσταλεὶ[ς] | |
δικασταγωγὸς ποτὶ Ζμυρναίος οἰ- | |
5 | κείος εὖντας καὶ εὔνους καὶ φίλους |
τοῦ δάμου ἐπελθὼν παρ’ αὐτοῖς ἐπί | |
τε τὰν βουλὰν καὶ τὰν ἐκκλησίαν καὶ | |
ποιησάμενος τὸς κατὰ μέρος λόγ[ος] | |
μετὰ πάσας φιλοτιμίας καὶ ἐκτενε[ίας] | |
10 | παρεστάσατο δόμεν τᾶι πόλει δι[κασ]- |
τὰς δύο καὶ γραμματῆ ἄνδρας καλοὺς | |
καὶ ἀγαθοὺς καὶ πιστευομένους παρ’ αὐ- | |
τοῖς, τάν τε παρεπιδαμίαν ἐποιήσα{ν}το {²⁶ἐποιήσατο}²⁶ | |
ἀξίαν ἀμφοτέραν τᾶν πολίων, ὑπὲρ | |
15 | ὧν ἁπάντων διαμεμαρτυρήκαντι Ζμυρ- |
ναῖοι διὰ τᾶς δοθείσας αὐτῶι ἀποκρίσι- | |
ος, παραλαβών τε τὸς ἄνδρας καὶ παρα- | |
γενόμενος ἐς τὰν πόλιν πᾶσαν κακοπα̣- | |
θίαν καὶ ἐπιμέλειαν πεποίηται ποτικαρτε- | |
20 | ρήσας καὶ τᾶι δικαστοφυλακίαι ἐκτενῶς |
καὶ δικαίως ἀκολούθως τῶι ὅρκωι, ἕως οὗ | |
διεξάχθη τά τε δαμόσια καὶ ἰδιωτικὰ | |
συμβόλαια, διαφυλάξας ἴσως καὶ δικαίως | |
καὶ μισοπονήρως πᾶσι τὰν ἐνχειρισθεῖσαν | |
25 | αὐτῶι πίστιν ὑπὸ τοῦ σύμπαντος δάμου, |
δαπάνας τε ποταναδέδεκται ἐκ τῶν ἰδί- | |
ων ἔς τε τὰν παρουσίαν αὐτῶν καὶ ἐν ταῖς δα- | |
μοτελέσι ἑορταῖς ἀποστολὰς ποιούμενος | |
κατὰ τοὺς ἁρμόζοντας καιροὺς ἕνεκεν | |
30 | τοῦ κοινᾶι συμφέροντος· ὅπως οὖν καὶ ὁ δᾶ- |
μος εὐχαρίστως ἀπαντῶν φαίνηται τοῖς ἀγα- | |
θοῖς τῶν ἀνδρῶν, τοί τε ἄλλοι θεωρεῦντες | |
τὰν εὐχαρι<σ>τίαν τοῦ πλήθευς πολὺ προθυμό- | |
τερον ἐπιδιδῶντι ἑαυτοὺς εἰς πάντα τὰ συν- | |
35 | φέροντα τᾶι πόλει· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι |
ἐκκλησίαι· ἐπαινῆσθαι Θευγένην Ἑρμογένου κα[ὶ] | |
στεφανῶσαι αὐτὸν χρυσέωι στεφάνωι ἐ̣π̣ὶ̣ τῶι ἐ- | |
ξαποσταλέντα δικασταγωγὸν διαφυλάξαι πᾶ- | |
σιν ἴσως τὰν δοθεῖσαν αὐτῶι πίστ[ιν] ὑπὸ τοῦ δά- | |
40 | μου· ἀναγορευσάτω δὲ καὶ ὁ ἱεροκᾶρυξ [τὸ]ν στ[έ]φα- |
νον Διονυσίων τῶι πράτωι ἀγῶνι με[τὰ τ]ὰς σπον- | |
δάς· τᾶς δὲ ἀναγορεύσιος ἐπιμεληθέντω το[ί τε] | |
προστάται καὶ ὁ ἀγωνοθέτας· ἐξῆ[με]ν δὲ αὐτῶ[ι] | |
τόδε τὸ ψάφισμα ἀναγράψαντι ἐστάλαν λιθίναν | |
45 | ἀναθέμεν ἐν τῶι ἱερῶι τοῦ Ἀσκλαπιοῦ· ἔδοξε τ[ᾶι] |
βουλᾶι καὶ τῶι δάμωι, γνώ{ι}μα {²⁶γνώμα}²⁶ προστατᾶν· χρῆσθαι | |
τᾷ Θευδότου ἐφόδωι· ψᾶφοι στερεαὶ ἐ̣π̣ιδιδοῦσα[ι] | |
τὸν στέφανον ωπεʹ, vac. τετρυπαμένα[ι οὐδεμί]α̣. vacat |
SEG
48:1112