[ ]
Kos Isl. — Halasarna (Kardamaina) — ca. 200 BC — Syll.³ 568 (= frg. b) — Chiron 28 (1998) 116, 12
See also:
1 | ἔδοξε τῶι δάμωι |
vacat τῶι Ἁλασαρνιτᾶν, ναποῖαι εἶπαν Νίκαρχος Χαρμίππου, vacat | |
Τιμασικλῆς Ἡρακλείτου, Νοσσύλος Πολυμνάστου· v ἐπειδὴ Διοκλῆς | |
Λεωδάμαντος ἀκόλουθα πράσσων τᾶι παραδεδομέναι διὰ προγόνων κα[λο]- | |
5 | κἀγαθίαι διατετέλεκε τὰν πᾶσαν σπουδὰν καὶ πρόνοιαν ποιεύμενος̣ |
ὑπὲρ [το]ῦ δάμου τοῦ Ἁλασαρνιτᾶν ἔν τε τοῖς πολέμοις ποτὶ τὸ δια[φυ]- | |
λάσ̣σ̣ε̣[ι]ν τὸ περιπόλιον καὶ τὸς κατοικεῦ<ν>τας τὰν χώραμ τὰ ἄρισ[τα] | |
βουλευόμενος καὶ ἑαυτὸν ἐπιδιδοὺς ἐς πάντα <κ>ίνδυνον ὑπὲρ τούτ[ου], | |
καθ’ ὃμ μὲγ γὰρ καιρὸν ποταγγέλλετο ἐν τῶι Κρητικῶι πολέμωι ἐπιβο[υ]- | |
10 | λεύεσθαι τὸν τόπον, αὐτὸς παραγενόμενος μετὰ πλειόνων συνε- |
φώδευε μ̣ε̣τὰ τῶν τεταγμένων ἐπὶ τᾶς φυλακᾶς τός τε κατοικεῦν- | |
τας παρακαλέσας παρεστάσατο συνελθεῖν ἐς τὸ περιπόλιον καὶ συνδ[ι]- | |
ατηρεῖν μέχρι ὅτου συνέβα τᾶς ἐπιβολᾶς ἀποσστᾶμεν τὸς ὑπεναντίο[ς]· | |
ὅπως τε καὶ ἐν τῶι ἐνεστακότι πολέμωι διατηρηθῆι πλείονας ἐπιβολὰς π[οι]- | |
15 | ευμένων τῶν πολεμί[ων], καθ’ ὃν καιρὸν συνάχθησαν ἐς Ἀστυπάλαιαν̣ |
ναυτικαὶ καὶ πεζικα[ὶ δυνά]μιες πλείονες, ὄργανά τε ἀνάγαγε καὶ βέλη | |
καταπαλτικὰ καὶ τοπ̣[άρχο]ς ἑλόμενος κατὰ ψάφισμα τὸς μάλιστα δυνα- | |
σομένο[ς ἐπιμ]εληθῆ[μεν τᾶ]ς φυλακᾶς καὶ ἄνδρας ὑποτάξας τούτοις | |
τὸς ἱκανὸς οἵ[τιν]ες καὶ ἐφαμερήσευ̣σ̣[ι] τ̣[— — — — — — — — — — —] | |
20 | ․ε̣ι καὶ αὐτὸς παραγενό[μενο]ς̣ ἐ̣[πὶ τὰν τοῦ τόπου φυλακὰν — — —] |
․․․ς προαισθόμεν[ος τὰν τῶν πολεμίων ἐπιβολὰν καὶ τὸ μέγεθο]ς τῶ[ν] | |
[κινδύνων — — — — — — — — — — ὁ εὐκαιρότατο]ς̣ τ̣όπ̣ος τοῦ περιπ[ο]- | |
[λίου γενομένας τε τᾶς ἐπιβολᾶς] ἀ̣[κ]ολουθήσας παρακατέσχε τὸς ὑπε̣[ν]- | |
[αντίος ὑπὸ τὸ περιπ]όλιον, κοινολογηθεὶς Νικοστράτωι τῶι Νικοστράτου ὥ[σ]- | |
25 | [τε ποτιλαβ]ό̣ντα τὸς ἐλαφρωτάτος ἐν τοῖς ὅπλοις τῶν συνεξοδευ- |
[σάντων αὐτῶι] συμμῖξαι, οὗ παραγενομένου κατὰ τὰν πρόνοιαν φιλοτί- | |
[μως συνέβα τὸν] τόπον μὴ προκαταλαμφθῆμεν τός τε ἐνβαλλόντας | |
[ἀποχωρῆσαι μη]θὲν ἐπι̣τ̣[ε]λεσαμένους ἀδίκημα κατὰ 〚ς〛 χώρας· κατὰ | |
[— — — — — — π]άντας τοῖς τε ἱερεῦσι ποτὶ τὰ {ς} συντελεύμενα ἱερὰ | |
30 | [ἐπιδιδοὺς ἑαυ]τὸν ποτὶ τὰν τῶν θεῶν ἐπικόσμησιν διατελεῖ, καθ’ ἰδίαν |
[τε τοῖς ἐντυγχάνο]υ̣σι τῶν δαμοτᾶν βοαθεῖ φροντίδα ποιεύμενος, οὐ | |
[μόνον ὅπως ἐπιόντε]ς̣ τοῖς ἀρχήιοις ἐς μηθὲν δυσχερὲς ἐμπίπτωντ[ι] | |
[ἀλλὰ καὶ ὅπως μη]θ̣ενὸς καθυστερῶντι κατὰ δύναμιν τὰν αὐτοῦ· ὅ- | |
[πως οὖν ὁ δᾶμος] ὁ̣ Ἁλασαρνιτᾶν φαίνηται τὰ δίκαια ποιῶν το<ῖ>ς α̣ὑτὸ̣[ν] | |
35 | [εὐεργετεῖν προαιρο]υμένοις, Διοκλῆς τε τιμαθεὶς πολὺ προθυμότερο[ν] |
[αὑτὸν παρέχηται ἐ]ς τὰ τοῦ δάμου συνφέροντα, δεδόχθαι ἐπαινέ[σαι] | |
[Διοκλῆ Λεωδάμα]ν̣τος ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς εἰς τοὺς πο[λί]- | |
[τας πάντας καὶ εἰς] τὸν δᾶμον τὸν Ἁλασαρνιτᾶν· στεφανῶσαι δὲ αὐτὸ[ν] | |
[στεφάνωι χρυσ]έωι ἀπὸ χρυσῶν Ἀλεξανδρείων vac. νʹ vac. τοὶ δὲ [να]- | |
40 | [ποῖαι ἐγδόντω ἀν]αγράψαι τὸ ψάφισμα τόδε ἐστάλαν λιθίναν καὶ ἀ[να]- |
[θέντω ἐν τῶι ἱερῶ]ι̣ τοῦ Ἀπόλλωνος ἐς τὸν ἐπιφανέστατον [τόπον]. |