[ ]
Kos Isl. — Kos — Asklepieion — late 3rd c. BC (after 242 BC) — Chiron 28 (1998) 124, 14 — cf. SEG 55.939
See also:
[— — — — — — — — — — — — — — — — —] | |
1 | [— — σωθέντ]ες ἐγ μ[εγάλων κινδύνων(?)] |
[— — φαίν]ωνται διὰ παν[τὸς — — — — —] | |
[— — — —]μενοι, δεδόχθαι ἐπ[αινέσαι τε] | |
[Πραξι]άνακτα Ναννάκου καὶ στ[εφανῶσαι] | |
5 | [χρ]υ̣σέωι στεφάνωι ἐπιμελείας ἕ[νεκα] |
καὶ δικαιοσύνας ἃμ πεποίηται κατὰ πᾶ[σαν] | |
τὰν ἀρχὰν ἀξίως τῶγ χειροτονησάν[των] | |
αὐτὸμ πολιτᾶν· vac. ἀναγράψαι δὲ 〚— —〛 | |
τόδε τὸ ψάφισμα ἐς στάλαν καὶ ἀναθ[έ]- | |
10 | μεν ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· τᾶς δὲ |
ἀναγραφᾶς καὶ τοῦ στεφάνου ἐπιμεληθῆ- | |
μεν τὸν δάμαρχον· vac. ἑλέσθαι δὲ καὶ ἄνδρα | |
ἐκ πάντων, ὁ δὲ αἱρεθεὶς τὸ ψάφισμα καὶ τὸν στέ- | |
φανον ἀνενεγκάτω καὶ ἐπελθὼν ἐπὶ τὰν | |
15 | βουλὰν καὶ τὰν ἐκκλησίαν παρακαλείτω |
αὐτοὺς ἐπιμέλειαν ποήσασθαι ὅπως ἅ | |
τε ἀναγγελία τοῦ στεφάνου καὶ ὧν ἕνεκα | |
τετίμαται Πραξιάναξ γενηθῆ ἐν τῶι χορι- | |
κῶι ἀγῶνι τῶν Διονυσίων καὶ ἐν τῶι γυμνι- | |
20 | κῶι τῶμ μεγάλων Ἀσκλαπιείων καὶ ὅπως |
ἀναγραφὲν τὸ ψάφισμα εἰς στάλαν ἀνα- | |
τεθῆι εἰς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ ἐν τῶι | |
ἐπιφανεστάτωι τόπωι· vac. αἱρέθη. vacat | |
vacat |