[ ] Kos Isl. — Kos — Asklepieion — late 3rd c. BC (after 242 BC) — Chiron 28 (1998) 124, 14 — cf. SEG 55.939
See also:
[— — — — — — — — — — — — — — — — —]
1 [— — σωθέντ]ες ἐγ μ[εγάλων κινδύνων(?)]
[— — φαίν]ωνται διὰ παν[τὸς — — — — —]
[— — — —]μενοι, δεδόχθαι ἐπ[αινέσαι τε]
[Πραξι]άνακτα Ναννάκου καὶ στ[εφανῶσαι]
5 [χρ]υ̣σέωι στεφάνωι ἐπιμελείας ἕ[νεκα]
καὶ δικαιοσύνας ἃμ πεποίηται κατὰ πᾶ[σαν]
τὰν ἀρχὰν ἀξίως τῶγ χειροτονησάν[των]
αὐτὸμ πολιτᾶν· vac. ἀναγράψαι δὲ 〚— —〛
τόδε τὸ ψάφισμα ἐς στάλαν καὶ ἀναθ[έ]-
10 μεν ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· τᾶς δὲ
ἀναγραφᾶς καὶ τοῦ στεφάνου ἐπιμεληθῆ-
μεν τὸν δάμαρχον· vac. ἑλέσθαι δὲ καὶ ἄνδρα
E)K PA/NTWN, O( DE\ AI(REQEI\S TO\ YA/FISMA KAI\ TO\N STE/-
φανον ἀνενεγκάτω καὶ ἐπελθὼν ἐπὶ τὰν
15 βουλὰν καὶ τὰν ἐκκλησίαν παρακαλείτω
αὐτοὺς ἐπιμέλειαν ποήσασθαι ὅπως ἅ
τε ἀναγγελία τοῦ στεφάνου καὶ ὧν ἕνεκα
τετίμαται Πραξιάναξ γενηθῆ ἐν τῶι χορι-
κῶι ἀγῶνι τῶν Διονυσίων καὶ ἐν τῶι γυμνι-
20 κῶι τῶμ μεγάλων Ἀσκλαπιείων καὶ ὅπως
ἀναγραφὲν τὸ ψάφισμα εἰς στάλαν ἀνα-
τεθῆι εἰς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ ἐν τῶι
ἐπιφανεστάτωι τόπωι· vac. αἱρέθη. vacat
                            vacat
Search Help
Contact Us