[ ]
Kos Isl. — Asklepieion — decree of Sinope — ca. 220 BC — Chiron 28 (1998) 137, 21
See also:
{²vacat 0,04}² | |
1 | παρὰ Σινωπέων· |
{²vacat 0,045}² | |
2 | ἔδοξε τῶι δήμωι, v στρατηγοὶ εἶπαν· ἐπειδὴ Δίον- |
νος Πολυτίωνος Κῶιος ἀποσταλεὶς πρεσβευτὴς | |
ἐν τῶι πολέμωι vac. ὑπὸ τῆς Κώιων πόλεως πᾶν τὸ σ- | |
5 | υμφέρον λέγων καὶ πράττων διετέλει οὔτε πόνο- |
ν οὔτε κίνδυνον οὐ%⁸⁰θένα ἐκκλίνας καὶ χρείας παρέ- | |
%⁸⁰χεται̣ κοινεῖ τε τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάν- | |
ουσιν αὐτῶι τῶν πολιτῶν καὶ ἀνὴρ ἀγαθὸς καὶ πρόθυμός | |
ἐστι περὶ τὴν πόλιν vac. ἐπελθὼν δὲ καὶ ἐπὶ τὴν ἐκκ̣- | |
10 | λησίαν ἐμπεφάνικεν περὶ τούτων τῶι δήμωι καὶ παρε- |
πιδεδήμηκεν ἀξίως αὑτοῦ τε καὶ τῆς Κώιων πόλεως, | |
δεδόχθαι τῶι δήμωι ἐπαινέσαι Δίοννον εὐνοίας ἕνε- | |
κε καὶ προθυμίας ἧς ἔχει περὶ Σινωπεῖς καὶ στεφανῶσ- | |
αι αὐτὸν χρυσῶι στεφάνωι· τοὺς δὲ πρυτάνεις τοὺς | |
{²vacat 0,018}² | |
15 | vacat ἐν τῶι Ἀνθεστηριῶνι μηνὶ ἀναγγεῖλαι τὸν στέφα- |
[νο]ν Διόννωι γινομένου ἀγῶνος ποιησαμένους vac. | |
[vacat(?) τὴν ἀ]ναγόρευσιν τήνδε· v ὁ δῆμος ὁ Σινωπέων σ̣- | |
[τεφανοῖ Δ]ίοννον Πολυτίωνος Κῶιον εὐνοίας ἕνεκε κ̣α̣- | |
[ὶ προθυμίας] ἧ̣ς εἶχεν εἰς αὑτόν· εἶναι δὲ αὐτῶι καὶ [ἔφ]- | |
20 | [οδον ἐπὶ τὴν βο]υλὴν καὶ τὸν δῆμον μεθ’ ἱερὰ πρώτωι· |
[τοὺς δὲ στρατη]γοὺς καὶ τοὺς ἄλλους ἄρχοντας ἐπ̣- | |
[ιμεληθῆναι αὐτ]οῦ καὶ τῶν ἀπογόνων αὐτοῦ ὅπως ἁ- | |
[πάντων τῶν φ]ιλανθρώπων τυγχάνωσιν, καλέσα[ι] | |
[δὲ αὐτὸν καὶ ἐπὶ] ξένια vac. ὅπως δὲ καὶ ἐγ Κῶι ἀναγ- | |
25 | [ορευθῆι ὁ στέφανο]ς̣ Διονυσίων τε τῶι πρώτωι ἀ[γῶν]- |
[ι καὶ τοῖς μεγάλοι]ς Ἀσκληπιείοις ἐν τῶι γυμν̣[ικῶι] | |
[ἀγῶνι καὶ ὅπως τὸ ψήφ]ισμα ἀνατεθῇ ἐν τῶι ἱερῶι τ̣[οῦ] | |
[Ἀσκληπιοῦ ἐν τῶι ἐπιφ]ανεστάτωι τόπωι ο[— — — — —] | |
[— — — — — — — — — — —]τ̣αν τοῖς Κώιων̣ [— — — — —] | |
30 | [— — — — — — — — — — — —]Π̣Α̣Τ̣Υ̣[— — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — — — — — —] |