[ ] Kos Isl. — Asklepieion — decree of Sinope — ca. 220 BC — Chiron 28 (1998) 137, 21
See also:
            {²vacat 0,04
1 παρὰ Σινωπέων·
            {²vacat 0,045
2 ἔδοξε τῶι δήμωι, v στρατηγοὶ εἶπαν· ἐπειδὴ Δίον-
νος Πολυτίωνος Κῶιος ἀποσταλεὶς πρεσβευτὴς
ἐν τῶι πολέμωι vac. ὑπὸ τῆς Κώιων πόλεως πᾶν τὸ σ-
5 υμφέρον λέγων καὶ πράττων διετέλει οὔτε πόνο-
ν οὔτε κίνδυνον οὐ%⁸⁰θένα ἐκκλίνας καὶ χρείας παρέ-
%⁸⁰χεται̣ κοινεῖ τε τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάν-
ουσιν αὐτῶι τῶν πολιτῶν καὶ ἀνὴρ ἀγαθὸς καὶ πρόθυμός
ἐστι περὶ τὴν πόλιν vac. ἐπελθὼν δὲ καὶ ἐπὶ τὴν ἐκκ̣-
10 λησίαν ἐμπεφάνικεν περὶ τούτων τῶι δήμωι καὶ παρε-
πιδεδήμηκεν ἀξίως αὑτοῦ τε καὶ τῆς Κώιων πόλεως,
δεδόχθαι τῶι δήμωι ἐπαινέσαι Δίοννον εὐνοίας ἕνε-
κε καὶ προθυμίας ἧς ἔχει περὶ Σινωπεῖς καὶ στεφανῶσ-
αι αὐτὸν χρυσῶι στεφάνωι· τοὺς δὲ πρυτάνεις τοὺς
                                 {²vacat 0,018
15 vacat ἐν τῶι Ἀνθεστηριῶνι μηνὶ ἀναγγεῖλαι τὸν στέφα-
[νο]ν Διόννωι γινομένου ἀγῶνος ποιησαμένους vac.
[vacat(?) τὴν ἀ]ναγόρευσιν τήνδε· v ὁ δῆμος ὁ Σινωπέων σ̣-
[τεφανοῖ Δ]ίοννον Πολυτίωνος Κῶιον εὐνοίας ἕνεκε κ̣α̣-
[ὶ προθυμίας] ἧ̣ς εἶχεν εἰς αὑτόν· εἶναι δὲ αὐτῶι καὶ [ἔφ]-
20 [οδον ἐπὶ τὴν βο]υλὴν καὶ τὸν δῆμον μεθ’ ἱερὰ πρώτωι·
[τοὺς δὲ στρατη]γοὺς καὶ τοὺς ἄλλους ἄρχοντας ἐπ̣-
[ιμεληθῆναι αὐτ]οῦ καὶ τῶν ἀπογόνων αὐτοῦ ὅπως ἁ-
[πάντων τῶν φ]ιλανθρώπων τυγχάνωσιν, καλέσα[ι]
[δὲ αὐτὸν καὶ ἐπὶ] ξένια vac. ὅπως δὲ καὶ ἐγ Κῶι ἀναγ-
25 [ορευθῆι ὁ στέφανο]ς̣ Διονυσίων τε τῶι πρώτωι ἀ[γῶν]-
[ι καὶ τοῖς μεγάλοι]ς Ἀσκληπιείοις ἐν τῶι γυμν̣[ικῶι]
[ἀγῶνι καὶ ὅπως τὸ ψήφ]ισμα ἀνατεθῇ ἐν τῶι ἱερῶι τ̣[οῦ]
[Ἀσκληπιοῦ ἐν τῶι ἐπιφ]ανεστάτωι τόπωι ο[— — — — —]
[— — — — — — — — — — —]τ̣αν τοῖς Κώιων̣ [— — — — —]
30 [— — — — — — — — — — — —]Π̣Α̣Τ̣Υ̣[— — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us