[ ] Kos Isl. — Asklepieion — ca. 307-246 BC — Chiron 28 (1998) 103, 5
See also:
        {²vacat 0,11
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι,
γνώμα προστατᾶν· ἐπειδὴ Διο-
κλῆς Δαμάρχου Ἀκαρνὰν τετα-
γμένος πα[ρὰ] βασιλεῖ Πτολεμαί-
5 ωι πρότερόν τε καλῶς καὶ οἰκεί-
ως χρώμενος διετέλει καὶ κοιν[ᾶι]
τῶι δάμωι καὶ ἰδίαι τῶμ πολιτᾶν
τοῖς ἐντυγχάνουσιν αὐτῶι καὶ
νῦν τὰν αὐτὰν προαίρεσιν ἔχει
10 καὶ τὰν εὔνοιαν τὰν ποτὶ τὸν
δᾶμον διαφυλάσσει, δεδόχθαι
τῶι δάμωι, ἐπαινέσαι τε αὐτὸν
καὶ ἦμεν πολίταν τᾶς πόλιος
τᾶς Κώιων καὶ ἐκγόνος μετέ-
15 χοντας πάντων ὧμπερ καὶ τοὶ
ἄλλοι Κῶιοι; τοὶ δὲ προστάται ἐπι-
κλαρωσάντω αὐτοὺς ἐς φυλὰν
καὶ τριακάδα καὶ πεντηκοστύν·
ποίας δέ κα λάχωντι φυλᾶ̣[ς],
20 εὔντω· τὸ δὲ ψάφισμ[α μισθω]-
[σ]άντω τοὶ πωλη[ταὶ ἀναγρά]-
[ψαι ἐς στά]λαν λιθ[ίναν — —]
[— — — — — — — — — — — —]
Search Help
Contact Us