[ ]
Kos Isl. — Asklepieion — Decree of Gela — 242 BC — Asylieurkunden aus Kos (1952) 23, 13 — SEG 12.380 — IGDS 160
See also:
1 | [— — — — — — — δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο]- |
[νοίαι καὶ σωτηρίαι τοῦ δάμου τῶγ Γελώιων καὶ τῶν] | |
[Κώιων· τὸ ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χ]ωρά- | |
[ξαι δὲ τάν τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ τοὺ]ς ἀγῶ- | |
5 | [νας εἰς τοὺς νόμους]. vacat |
[βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλίαι· ἐπει]δὴ οἱ Κῶι- | |
[οι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος ἁ]μῶν Γέλας | |
[ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τ]ῶμ μεγίστω[ν] | |
[καὶ ἀναγκαιοτάτων, συγγενείας] τε καὶ οἰκιστ[εί]- | |
10 | [ας καὶ ἰσοπολειτείας, ἀποστεί]λαντες ἀρχιθ[έ]- |
[ωρον Ἐπιδαύριον Νικάρχου, θ]εωρὸν Σωσίστρα- | |
[τον Καφισίου ἐπαγγέλλοντι τ]ὰν θυσίαν ἃν θύο[ν]- | |
[τι τῶι Ἀσκλαπιῶι καὶ τοὺς] ἀγῶνας οὓς τίθεντι | |
[μουσικὸν καὶ γυμνικὸν κα]τὰ πενταετηρίδα, καὶ | |
15 | [ἀξιῶντι δεῖν κοινων]εῖν τὰν ἁμὰμ πόλιν |
[ἐμφανίζοντες τὰν οἰκει]ότατα καὶ εὔνοιαν | |
[ταῖς πολίεσσι, καλ]ῶς δὲ ἔχον ἐστὶ τάν τε ἐ- | |
[παγγελίαν παρ’ αὐ]τῶν δέχεσθαι καὶ φανερὸν | |
πο[ιῆσαι αὐτοῖς] διότι μνάμαν ἔχοντες διατε- | |
20 | λοῦμ[ες τᾶς] ὑπαρχούσας ποτ’ αὐτὸς συγγενείας |
ἔν τε ταῖς πατρ[ί]οις θυσίαις αἷς παρελάβομες | |
παρ’ αὐτῶν καὶ ἐν ταῖς παναγυρίεσσι κατακαλοῦν- | |
τες αὐτοὺς καθὰ καὶ τοὺς ἄλλους οἰκιστάς, δε- | |
δόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὑγιείαι καὶ σωτηρίαι | |
25 | καὶ ὁμονοίαι τοῦ δάμου τῶγ Γελώιων καὶ τῶν |
Κώιων δέξασθαι παρ’ αὐτῶν <τάν> τε θυσίαν ἃμ ποιεῦν- | |
ται τῶ[ι Ἀ]σκλ[α]πιῶι καὶ τοὺς ἀγῶνας· v καλεῖν | |
δὲ καὶ ἐπὶ ξ[ένια τοὺς θ]εωροὺς τούτους τε καὶ | |
τοὺς ἀεὶ παρ[αγινομέν]ους πάσσας {²⁶πάσας}²⁶ τὰς ἁμέρας | |
30 | ἅς κα ἐπιδα[μέωντι· διδό]ντω δὲ αὐτοῖς καὶ οἱ πω- |
λητῆρες εἴς [τε τὰν] θυσ[ίαν κα]ὶ τὰμ πομπὰν τῶι Ἀσ- | |
κλαπιῶι, ὅσσο[ν κ]αὶ τοῖς [τ]ὰ Ὀλύμπια περιαγγελ- | |
λόντεσσι, ἀρ[γυ]ρίου δοκίμου [δέ]κα μνᾶς· θυσάντω | |
δὲ καὶ οἱ θεωρο[ὶ μ]ετὰ τῶν ἱερ[ομναμόνω]ν(?) καὶ ἱερ[α]- | |
35 | πόλων ἐπὶ τᾶς ἑστίας τᾶς κ[οινᾶς ․․․c.10․․․ ἄρ]- |
νας καὶ ἐν τῶι [Ἀσκ]λαπιείωι ἱε[ρεῖον τέλειον ὑπὲρ] | |
τοῦ δάμου τῶ[γ Γελώιων καὶ τῶν Κώιων· οἱ δὲ πωλη]- | |
τῆρες δ[όντω αὐτοῖς — — — — — — — — — — — — —] |