[ ] Kos Isl. — Asklepieion — Decree of Gela — 242 BC — Asylieurkunden aus Kos (1952) 23, 13 — SEG 12.380 — IGDS 160
See also:
1 [— — — — — — — δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο]-
[νοίαι καὶ σωτηρίαι τοῦ δάμου τῶγ Γελώιων καὶ τῶν]
[Κώιων· τὸ ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χ]ωρά-
[ξαι δὲ τάν τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ τοὺ]ς ἀγῶ-
5 [νας εἰς τοὺς νόμους].       vacat
[βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλίαι· ἐπει]δὴ οἱ Κῶι-
[οι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος ἁ]μῶν Γέλας
[ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τ]ῶμ μεγίστω[ν]
[καὶ ἀναγκαιοτάτων, συγγενείας] τε καὶ οἰκιστ[εί]-
10 [ας καὶ ἰσοπολειτείας, ἀποστεί]λαντες ἀρχιθ[έ]-
[ωρον Ἐπιδαύριον Νικάρχου, θ]εωρὸν Σωσίστρα-
[τον Καφισίου ἐπαγγέλλοντι τ]ὰν θυσίαν ἃν θύο[ν]-
[τι τῶι Ἀσκλαπιῶι καὶ τοὺς] ἀγῶνας οὓς τίθεντι
[μουσικὸν καὶ γυμνικὸν κα]τὰ πενταετηρίδα, καὶ
15 [ἀξιῶντι δεῖν κοινων]εῖν τὰν ἁμὰμ πόλιν
[ἐμφανίζοντες τὰν οἰκει]ότατα καὶ εὔνοιαν
[ταῖς πολίεσσι, καλ]ῶς δὲ ἔχον ἐστὶ τάν τε ἐ-
[παγγελίαν παρ’ αὐ]τῶν δέχεσθαι καὶ φανερὸν
ποῆσαι αὐτοῖς] διότι μνάμαν ἔχοντες διατε-
20 λοῦμ[ες τᾶς] ὑπαρχούσας ποτ’ αὐτὸς συγγενείας
ἔν τε ταῖς πατρ[ί]οις θυσίαις αἷς παρελάβομες
παρ’ αὐτῶν καὶ ἐν ταῖς παναγυρίεσσι κατακαλοῦν-
τες αὐτοὺς καθὰ καὶ τοὺς ἄλλους οἰκιστάς, δε-
δόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὑγιείαι καὶ σωτηρίαι
25 καὶ ὁμονοίαι τοῦ δάμου τῶγ Γελώιων καὶ τῶν
Κώιων δέξασθαι παρ’ αὐτῶν <τάν> τε θυσίαν ἃμ ποιεῦν-
ται τῶ[ι Ἀ]σκλ[α]πιῶι καὶ τοὺς ἀγῶνας· v καλεῖν
δὲ καὶ ἐπὶ ξ[ένια τοὺς θ]εωροὺς τούτους τε καὶ
τοὺς ἀεὶ παρ[αγινομέν]ους πάσσας {²⁶πάσας}²⁶ τὰς ἁμέρας
30 ἅς κα ἐπιδα[μέωντι· διδό]ντω δὲ αὐτοῖς καὶ οἱ πω-
λητῆρες εἴς [τε τὰν] θυσ[ίαν κα]ὶ τὰμ πομπὰν τῶι Ἀσ-
κλαπιῶι, ὅσσο[ν κ]αὶ τοῖς [τ]ὰ Ὀλύμπια περιαγγελ-
λόντεσσι, ἀρ[γυ]ρίου δοκίμου [δέ]κα μνᾶς· θυσάντω
δὲ καὶ οἱ θεωρο[ὶ μ]ετὰ τῶν ἱερ[ομναμόνω]ν(?) καὶ ἱερ[α]-
35 πόλων ἐπὶ τᾶς ἑστίας τᾶς κ[οινᾶς ․․․c.10․․․ ἄρ]-
νας καὶ ἐν τῶι [Ἀσκ]λαπιείωι ἱε[ρεῖον τέλειον ὑπὲρ]
τοῦ δάμου τῶ[γ Γελώιων καὶ τῶν Κώιων· οἱ δὲ πωλη]-
τῆρες δ[όντω αὐτοῖς — — — — — — — — — — — — —]
Search Help
Contact Us