[ ]
Kos Isl. — Asklepieion — Decree of Philippoi — 242 BC — Asylieurkunden aus Kos (1952) 15, 6 — SEG 12.373, ll. 35-55
See also:
| 1 | Φιλίππων. |
| ἱερῶν· ὑπὲρ τῆς ἐκ Κῶ θεωρίας· γνώμη τῆς ἐκλησίας {²⁶ἐκκλησίας}²⁶, ἐπειδὴ ἡ πόλις ἡ Κώιων κατὰ | |
| τὰ πάτρια καὶ κατὰ τὴμ μαντείαν τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ ἀπέσταλκεν ἀρχι- | |
| θέωρον Ἀριστόλοχον Ζμένδρωνος καὶ θεωρὸν μετ’ αὐτοῦ Μακαρέα Ἀράτου | |
| 5 | ἐπαγγέλλοντας τήν τε θυσίαν τῶι Ἀσκληπιῶι καὶ τὴν ἐκεχειρίαν, οἵτινες ἐπελ- |
| θόντες ἐπὶ τὴν ἐκλησίαν τὴν οἰκειότητα τὴν ὑπάρχουσαν τῆι πόλει τῆι Κώιων | |
| πρὸς τὴμ πόλιν τὴν Φιλίππων καὶ πρὸς τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς τοὺς ἄλ- | |
| λους Ἕλληνας καὶ Μακεδόνας ἐνεφάν[ι]σαν καὶ ἀνενεώσαντο, ἠξίουν δὲ | |
| τὸ ἱερὸν ἄσυλον εἶναι, ἀγαθῆι τύχηι, δεδόχθαι τῆι ἐκλησίαι, δέχεσθαι τὴμ πόλιν | |
| 10 | τήν τε ἐπαγγελίαν τὴν τῶν Ἀσκληπιείων τῶν ἐν Κῶι καὶ τὴν ἐκεχειρίαν κα- |
| θάπερ ἐπαγγέλλουσιν οἱ θεωρ[οί]· ἐπαινέσαι <δ>ὲ καὶ τὴμ πόλιν τὴν Κώιων ἐπὶ ταῖς | |
| τιμαῖς αἷς συντελεῖ τοῖς θεοῖς καὶ ἐπὶ τῆι εὐνοίαι τῆι τε πρὸς τὸμ βασιλέα Ἀντί- | |
| γονον καὶ τὴμ πόλιν τὴν Φιλίππων καὶ τοὺς ἄλλους Ἕλληνας καὶ Μακεδόνας· <εἶ>- | |
| ναι δὲ καὶ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλο<ν>, καθάπερ καὶ ὁ βασιλεὺς Ἀντίγο- | |
| 15 | νος προαιρεῖται· δοῦναι δὲ τὸν ταμίαν τοῖς θεωροῖς ὑπὲρ τῆς πόλεως εἰς ξένια |
| ὅσον καὶ τοῖς τὰ Πύθια ἐπαγγέλλουσιν δίδοται ἐν τῶι νόμωι γέγραπται· καλέσαι δὲ | |
| τοὺς θεωροὺς καὶ ἐπὶ τὰ ἱερὰ ὑπὲρ τῆς πόλεως τὸν ἄρχοντα εἰς τὸ πρυτανεῖον· τὸν | |
| δὲ ταμίαν δοῦναι τῶι ἄρχοντι ὑπὲρ ἑκατέρου αὐτῶν ἀργύριον τὸ ἐκ τοῦ νόμου· ὅπως | |
| δ’ ἂν ἀσφαλῶς ἀποσταλῶσιν εἰς Νέαν Πόλιν, τοὺς στρατηγοὺς συμπέμψαι αὐτοῖς | |
| 20 | τοὺς ξένους <σ>τρατιώτας τοὺς παρὰ τῆι πόλει μισθοφοροῦντας· εἶναι δὲ καὶ θεωροδόκον |
| [τ]ῆς ἐκ Κῶ παραγινομένης θεωρίας τὸν ὑποδεδεγμένον τὴν θεωρίαν Ἡρακλεόδωρον Ἀριστίωνο[ς]. |