[ ]
Kos Isl. — Asklepieion — Decree of Amphipolis — 242 BC — Asylieurkunden aus Kos (1952) 15, 6 — SEG 12.373, ll. 18-34
See also:
1 | Ἀμφιπολιτῶν. |
βασιλεύοντος Ἀντιγόνου ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ, ἐπιστάτου Ξενί- | |
ου τοῦ Ὀργέως, ἐφ’ ἱερέως Λυσιμάχου, ψηφίσματα Γορπιαίου ἐνάτηι ἐπὶ δέκα· | |
ἐπεὶ ὁ ἀποσταλεὶς ἀρχιθέωρος ὑπὸ τῆς Κώιων πόλεως Ἀριστόλοχος Ζμέν- | |
5 | δρωνος καὶ μετ’ αὐτοῦ θεωρὸς Μακαρεὺς Ἀράτου ἐπελθόντες ἐπὶ τὴν ἐκλη- |
σίαν {²⁶ἐκκλησίαν}²⁶ τήν τε οἰκειότητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακε- | |
δόνας καὶ τὴν εὔνοιαν ἐνεφάνιζον ἣν ἔχουσα διατελεῖ ἡ πόλις πρός τε | |
τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας, ἐπηγγέλλοσαν δὲ καὶ τὰ Ἀσκλη- | |
πίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τὴν ἐκεχειρίαν καὶ ἠξίουν τὸ ἱερὸν τοῦ Ἀσ- | |
10 | κληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, δεδόχθαι τῆι πόλει τῆι Ἀμφιπολιτῶν τήν τε |
ἐπαγγελίαν τῶν Ἀσκληπιείων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι καὶ ἐπαι- | |
νέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς αἷς συντελοῦσι τοῖς θεοῖς καὶ ἐπὶ τῆι εὐ- | |
νοίαι τῆι πρὸς τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας· εἶναι δὲ καὶ τὸ ἱε- | |
ρὸν ἄσυλον, καθάπερ καὶ ὁ βασιλεὺς Ἀντίγονος προαιρεῖται· δοῦναι δὲ καὶ | |
15 | τοὺς ἄρχοντας ξένιον τοῖς θεωροῖς ὅσον καὶ τοῖς τὰ Πύθια ἐπαγγέλλουσι |
δίδοται· εἶναι δὲ καὶ θεωροδόκον τῆς θεωρίας τῆς Κώιων Διονύσιον Ἐπιγένου. | |
ἐψηφίσθη παραπάσαις. |