[ ]
Kos Isl. — Asklepieion — Decree of Pella — 242 BC — Asylieurkunden aus Kos (1952) 18, 7 — SEG 12.374, ll. 1-15
See also:
1 | Πελλαίων. |
ἐφ’ ἱερέως Ἀσκληπιοδώρου, Γορπιαίου· ἐπεὶ παραγενόμενος ἐκ Κῶ ἀρχιθέω- | |
ρος Ἀριστόλοχος Ζμένδρωνος καὶ θεωρὸς Μακαρεὺς Ἀράτου τήν τε οἰκειό- | |
τητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακεδόνας καὶ τὴν εὔ- | |
5 | νοιαν ἀπελογίζοντο ἣν ἔχουσα τυγχάνει ἡ πόλις ἡ Κώιων πρὸς τὸν βασιλέα |
Ἀντίγονον καὶ πρὸς Πελλαίους καὶ τὴν λοιπὴν χώραν τὴν Μακεδόνων, καὶ ἐ- | |
πηγγέλλοσαν τὰ Ἀσκληπίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τοὺς ἀγῶνας | |
τοὺς ἐν τῆι πανηγύρει ἐσομένους καὶ τὴν ἐκεχειρίαν, ἠξίουσαν δὲ καὶ τὸ [ἱ]- | |
ερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, ἔδοξε τῆι πόλει τήν τε ἐπαγγ[ε]- | |
10 | λίαν τῶν Ἀσκληπιείων τὴν παρὰ Κώιων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι |
καὶ ἐπαινέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς αἷς συντελοῦσι τοῖς θεοῖς καὶ | |
ἐπὶ τῆι εὐνοίαι τῆι πρὸς τὸν βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας· ὑπάρ- | |
χειν δὲ καὶ τὴν ἀσυλίαν τῶι ἱερῶι καθάπερ καὶ τοῖς ἄλλοις ἱεροῖς· δοῦναι δὲ κα[ὶ] | |
ξένια τοὺς ταμίας τοῖς θεωροῖς ἃ καὶ τοῖς τοὺς στεφανίτας ἀ[γῶνα]ς ἐπαγ- | |
15 | [γ]έλλ[ο]υσι [δ]ί[δοτα]ι, καὶ θεωροδόκον ἑλέσθαι Κώιων. ἡιρέθη Ἱππ[․․․c.10․․․]ου. |