[ ]
Kos Isl. — Asklepieion — Decree of Megara — 242 BC — Asylieurkunden aus Kos (1952) 13, 5B — SEG 12.372, B, ll. 13-23 — Chiron 33 (2003) 229, 14 (join, new frg.)
See also:
1 | Μεγαρέ̣ων· |
[ἐπὶ στρ]αταγῶν· ἐπειδὴ παραγεγ[έ]νηνται παρὰ τᾶς πόλιος τᾶ̣[ς] | |
Κώιων ἀρχιθέωρος Ἀριστόλοχ[ο]ς καὶ θεωροὶ Ἡράκλειτος, Μ̣α- | |
καρεύς, ἐπαγγέλλοντες τὰ Ἀσκλαπίεια θυσίαν τε καὶ | |
5 | μουσικὸν ἀγῶνα καὶ γυμνικὸν καὶ ἐκεχειρίαν καὶ τὸ ἱερὸν ἄ- |
συλον εἶμεν, ἐμφανίζοντι δὲ [κ]αὶ τὰ̣ν φιλίαν καὶ εὔνοιαν, ἃν ἔχου- | |
σα διατελεῖ ἁ πόλις ἁ τῶν Κ[ώ]ιων ποτὶ τὸν δᾶμον τὸν Με- | |
γαρέων διὰ τὰν προϋπάρχουσ[αν] ο̣ἰ̣κειότατα, ἀγαθᾶι τύχαι, | |
δεδόχθαι τῶι δάμωι· δέχεσθ[αι τὰ]ν θυσίαν καὶ τὰν ἐκεχιρ[ί]- | |
10 | αν καὶ τὸ ἱερὸν ἄσυλον εἶμεν κα̣[θὰ ἐπα]γ̣γέλλοντι π[α]ρὰ τῶ[ν] |
Κώιων· ἀποστέλλεν δὲ καὶ θε[ωρὸν εἰς τὰν πανάγυριν καὶ τὰν θυ]- | |
σίαν καὶ τὸν ἀγῶνα τοῦ Ἀσκλαπι[οῦ — — — — — — — — — —] | |
Ἀριστοκλῆ· εἰς τὰ ἐ[κ]έ̣χειρα το[— — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — —] |