[ ] Kos Isl. — Asklepieion — Decree of Thelphousa — 242 BC — Asylieurkunden aus Kos (1952) 11, 4 — SEG 12.371, ll. 20-31
See also:
1                Θελφουσίων.
ἐπειδὴ παραγενόμενο<ι> πὰρ <τ>ᾶι πόλι τῶν Κώι{ι}ων {²⁶Κώιων}²⁶ πὸς τὰν πόλιν τῶ[ν]
  Θελφουσίων Ἀριστόλοχος Ζμένδρωνος [ἀ]ρχ[ιθ]έαρο[ς κ]αὶ θ[εα]-
  ρ<ὸ>ς Μακαρεὺς Ἀράτου, Ἡράκλειτος Τιμαίθου παρεκάλεα[ν]
5   τᾶς τε θυσίας κοινανῆν τὰν θύονσι [οἱ Κῶι]οι τοῖ Ἀσκλαπιοῖ
  καὶ τοῦ ἀγῶνος καὶ τᾶς ἐκεχηρίας τό τ[ε] ἱερὸν ἄσυλον ἦναι
  τὸ ἰν Κῶι {οι} τῶ Ἀσκλαπιῶ, ἔδοξε τᾶι πόλι τῶ[ν] Θελφουσίων τᾶς
  τε θυσίας κοινανῆν καὶ τῶ ἀγῶνος καὶ τᾶς ἐκεχηρίας, καθάπε[ρ]
  ἀπαγγέλλονσι οἱ Κῶιοι· τὸ δὲ ἱερὸν τ[ῶ] Ἀσκλαπιῶ ἄσυλον ἦν[αι]·
10   δῶναι δὲ καὶ ξένια τοῖς θεαροῖς τὰ ἐς τοῖ νόμοι καὶ θεαροδό-
  κον χηροτονῆσαι τᾶς πόλιος τῶ ․4-5․σαι τὸς θεαρός. τύ-
  χαι τἀγαθᾶι ἐχηροτονήθη Φίλων ․․․ου.
Search Help
Contact Us