[ ] Kos Isl. — Asklepieion — Decree of Messene — 242 BC — Asylieurkunden aus Kos (1952) 11, 4 — SEG 12.371, ll. 6-19
See also:
1                    Μεσσανίων.
ἐπειδὴ Κῶιοι φίλοι ἐόντες καὶ συγγενεῖς τῶν Μεσσανίων ἀποσ-
  τείλαντες ἀρχιθέωρον Ἀριστόλοχον καὶ θεωρὼς Ἡράκλειτον
  καὶ Μακαρέα ἐπαγγέλλοντι τάν τε θυσίαν καὶ τοὺς ἀγῶνας
5   οὓς συντελοῦντι τῶι Ἀσκλαπιῶι καὶ ἐμάνυον τὰν {τὰν} εὔνοια[ν]
  τὰν ὑπάρχωσαν αὐτοῖς ποτὶ τὰν πόλιν τῶν Μεσσανίων καὶ
  {καὶ} παρεκάλων ὅπως τὸ ἱερὸν τῶ Ἀσκλαπιῶ τῶ ἐγ Κῶι ἄσυ-
  λον ὑπάρχηι τὰ ἀπὸ Μεσσανίων καὶ τῶν ἐμ Μεσσάναι κατο<ι>κε[ύν]-
  των, δεδόχθαι τοῖς Μεσσανίοις τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ ἄσ[υ]-
10   λον ἦμεν τὰ ἀπὸ Μεσσανίων καὶ τῶν ἐμ Μεσσάναι κατοικεύ[ν]-
  των· διδόμεν δὲ τοῖς θεωροῖς δεκαπέντε δραχμὰς ἑκάστω[ι]
  τᾶς ἁμέρας καὶ ἐφέστιον οἶν καὶ ἐνεκέχειρον μνᾶν· θεωροδόκο[ι]
  δὲ Δαμόνικος Μαντικράτεος καὶ ․․․Λ․ος Φιλοκλεῦς
  ἐπαγγείλαντο τᾶς Κώιων πόλεως ἐσσεῖσθαι.
Search Help
Contact Us