[ ]
Kos Isl. — Asklepieion — Decree of Messene — 242 BC — Asylieurkunden aus Kos (1952) 11, 4 — SEG 12.371, ll. 6-19
See also:
1 | Μεσσανίων. |
ἐπειδὴ Κῶιοι φίλοι ἐόντες καὶ συγγενεῖς τῶν Μεσσανίων ἀποσ- | |
τείλαντες ἀρχιθέωρον Ἀριστόλοχον καὶ θεωρὼς Ἡράκλειτον | |
καὶ Μακαρέα ἐπαγγέλλοντι τάν τε θυσίαν καὶ τοὺς ἀγῶνας | |
5 | οὓς συντελοῦντι τῶι Ἀσκλαπιῶι καὶ ἐμάνυον τὰν {τὰν} εὔνοια[ν] |
τὰν ὑπάρχωσαν αὐτοῖς ποτὶ τὰν πόλιν τῶν Μεσσανίων καὶ | |
{καὶ} παρεκάλων ὅπως τὸ ἱερὸν τῶ Ἀσκλαπιῶ τῶ ἐγ Κῶι ἄσυ- | |
λον ὑπάρχηι τὰ ἀπὸ Μεσσανίων καὶ τῶν ἐμ Μεσσάναι κατο<ι>κε[ύν]- | |
των, δεδόχθαι τοῖς Μεσσανίοις τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ ἄσ[υ]- | |
10 | λον ἦμεν τὰ ἀπὸ Μεσσανίων καὶ τῶν ἐμ Μεσσάναι κατοικεύ[ν]- |
των· διδόμεν δὲ τοῖς θεωροῖς δεκαπέντε δραχμὰς ἑκάστω[ι] | |
τᾶς ἁμέρας καὶ ἐφέστιον οἶν καὶ ἐνεκέχειρον μνᾶν· θεωροδόκο[ι] | |
δὲ Δαμόνικος Μαντικράτεος καὶ ․․․Λ․ος Φιλοκλεῦς | |
ἐπαγγείλαντο τᾶς Κώιων πόλεως ἐσσεῖσθαι. |