[ ]
Kos Isl. — Asklepieion — Letter of Ziaelas of Bithynia — 242 BC — MDAI(A) 30 (1905) 173-182; Syll.³ 456 — Welles, Royal Correspondence (1934) 25 — TAM IV, 1 1
See also:
1 | βασιλεὺς Βιθυνῶν Ζιαήλας |
Κώιων τῆι βουλῆι καὶ τῶι δήμ- | |
{μ}ωι {²⁶δήμωι}²⁶ χαίρειν· v Διόγειτος Ἀριστό- | |
λοχος Θεύδοτος οἱ παρ’ ὑμῶν | |
5 | παραγενόμενοι ἠξίουν τὸ ἱερὸν |
τοῦ Ἀσκληπιοῦ τὸ ἱδρυμένον πα- | |
ρ’ ὑμῖν ἀποδέξασθαι ἄσυλον καὶ | |
τὰ λοιπὰ φιλανθρωπεῖν τῆι πό- | |
λει, καθόπερ καὶ Νικομήδης ὁ | |
10 | πατὴρ ἡμῶν εὐνόως διέκει- |
το τῶι δήμωι. v ἡμεῖς δὲ πάν- | |
των μὲν τῶν ἀφικνουμένω[ν] | |
πρὸς ἡμᾶς Ἑλλήνων τυγχάνο- | |
μεν τὴν ἐπιμέλειαν ποιούμε- | |
15 | νοι, πεπεισμένοι πρὸς δόξαν οὐ |
μικρὸν συμβάλλεσθαι τὸ μέρος | |
τοῦτο· v πολὺ δὴ μάλιστα τῶν | |
πατρικῶν φίλων διατελοῦ- | |
μεν πολυωροῦντες καὶ ὑμῶν | |
20 | διὰ τὴν πρὸς τὸμ πατέρα <ἡ>μῶν |
ὑπάρχουσαν πρὸς τὸν ὑμέτε- | |
ρον δῆμον γνῶσιν, καὶ διὰ τὸ | |
τὸμ βασιλέα Πτολεμαῖον | |
οἰκείως διακεῖσθαι τὰ πρὸς ὑμᾶς, | |
25 | ὄντα ἡμέτερον φίλον καὶ σύμ- |
μαχον· v ἔτι δὲ καὶ τοὺς παρ’ ὑμῶν | |
ἀπεσταλμένους φιλοτιμότε- | |
ρον ἀπολογίσασθαι τὴν εὔνοιαν | |
ἣν ἔχετε εἰς ἡμᾶς, ἔν τε τοῖς λοι- | |
30 | ποῖς καθ’ ὃ ἂν ἡμᾶς ἀξιῶτε, πειρασό- |
μεθα καὶ ἰδίαι ἑκάστωι καὶ κοι- | |
νῆι πᾶσι φιλανθρωπεῖν καθ’ ὅσον | |
ἡμεῖς δυνατοί ἐσμεν, v καὶ τῶν | |
πλειόντων τὴν θάλασσαν | |
35 | ὅσοι ἂν τυγχάνωσιν τῶν ὑμε- |
τέρων προσβάλλοντες τοῖς | |
τόποις ὧν ἡμεῖς κρατοῦμεν, | |
φροντίζειν ὅπως ἡ ἀσφάλει[α] | |
αὐτοῖς ὑπάρχῃ ∙ κατὰ ταὐτὰ [δὲ] | |
40 | καὶ οἷς ἂν συμβῇ πταίματός {²⁶πταίσματός}²⁶ [τι]- |
νος γενομένου κατὰ πλοῦν | |
προσπεσεῖν πρὸς τὴν ἡμετέ[ραν], | |
πᾶσαν σπουδὴν ποιεῖσθαι ἵν[α] | |
μηδ’ ὑφ’ ἑνὸς ἀδικῶνται. ἀποδ[εχό]- | |
45 | μεθα δὲ καὶ τὸ ἱερὸν ἄσυλον κ[αθό]- |
περ ὤιεσθε δεῖν, καὶ Διογείτωι [καὶ] | |
Ἀριστολόχωι καὶ Θευδότωι πε[ρὶ] | |
τῶν τούτων καὶ τῶν ἄλλω[ν ὧν] | |
ἠβουλόμεθα ἐντέταλμαι ἀν̣[αγ]- | |
50 | γεῖλαι ὑμεῖν. ἔρρωσθε. |