[ ] Kos Isl. — Asklepieion — Letter of Seleucus II? — 242 BC — Hermes 65 (1930) 463, II, A — Welles, Royal Correspondence (1934) 26
See also:
[— — — — — — — — — —]
1 [τὰ ν]ο̣μ̣ι̣ζ̣ό̣μ̣[ενα συνετέ]-
λεσαν καὶ τὰ π̣[ερὶ τὰς θυ]-
σίας καὶ τὸν ἀγῶ[να παρέ(?)]-
θηκαν. ἀπὸ δὲ τού[των γε]-
5 νόμενοι ἀπήντων̣ [ἡμῖν]
καὶ διὰ πλεόνων ὑπέ[ρ τε]
τοῦ ἱεροῦ καὶ τῆς πόλεω̣[ς]
διελθόντες ἠξίουν ἀσυ-
λίαν τοῖς ἐπὶ τὰ Ἀσκληπί-
10 εια παραγινομένοις 〚․․․․․․〛
καὶ αὐτῶι τῶι ἱερῶι παρ’ ἡμῶν
ὑπάρξαι. ἡμεῖς δὲ τόν τε
δῆμον ἐπῃνοῦμεν διὰ
τὴν πρὸς τοὺς θεοὺς εὐ-
15 σέβειαν καὶ ἐπὶ τῶι τὰ πρὸς
ἡμᾶς φανερὰ ποεῖν καὶ Διό-
γειτον ἀπεδεξάμεθα
διὰ τὸ ὑπὲρ τῆς πατρί-
δος ὁρᾶν πᾶν τὸ βέλτισ-
20 τον καὶ λέγοντα καὶ πράτ-
τοντα. παραδεχόμεθα
δὲ καὶ τὴν ἀσυλίαν καθό-
τι ὁ δῆμος ἠξίωσεν, καὶ εἰς
τὸ λοιπὸν δὲ πειρασόμεθα
25 τῶν καθ’ ἡμᾶς ὄντων ἐν ἡ-
συχίαι μὴ ἀχαριστεῖν ὑμῖν
ἐν τοῖς ἀξιουμένοις.
        ἔρρωσθε.
Search Help
Contact Us