[ ] Att. — stoich. 20 — ante 378/7
1 Φιλίνο Βυζ[αντίο].
ἔδοξεν τῆι [βολῆι καὶ τῶι]
δήμωι· Οἰνη[ῒς ἐπρυτάνευ]-
ε· Ναυσίας Ἀ[τηνεὺς ἐγραμ]-
5 μάτευεν· Φε[ρεκλῆς Θριάσ]-
ιος {²⁷[Φυλάσ]|ιος?}²⁷ ἐπεστ[άτε· ․․․8․․․․ ε]-
ἶπεν· ἐπαιν[έσαι μὲν Φιλῖ]-
νον τὸμ Βυ[ζάντιον ὅτι ἐσ]-
τὶν ἀνὴρ ἀ[γαθὸς περὶ τὸν]
10 δῆμον τὸν [Ἀθηναίων] κ[αὶ π]-
ρόθυμος π[οιε͂ν ὅτι] δύν[ατ]-
αι ἀγαθὸν [καὶ νῦν κ]αὶ ἐ[ν τ]-
ῶι πρό[σ]θε[ν χρόνωι]· ἐ͂ναι [δ]-
ὲ αὐτὸ[ν πρόξε]νον καὶ εὐ[ε]-
15 ργέτη[ν τῆς πό]λεως τῆς Ἀθ-
ηναίων κα[ὶ αὐ]τὸν καὶ ἐγγ-
όνο[ς, ὁ] δὲ γ[ραμ]ματεὺς ὁ τῆ-
ς βολῆς ἀν[αγρ]αψάτω ἐν στ-
ήληι λιθ[ίνηι] καὶ θέτω ἐν
20 ἀκροπόλε[ι, τὸ] δὲ ἀργύριο-
ν δόντων ο[ἱ τα]μίαι τῶν τῆ-
[ς] θεο͂ εἴκο[σι δρ]αχμάς. vacat
          vacat 0.34
Search Help