[ ] Nub. — Pachoras--Phthouris (Faras) — 926 AD
1 Α☩Ω
νεύσει καὶ βουλείσει τοῦ
παντοκράτορος θ(εο)ῦ τέλει τ(ο)ῦ
βίου τοῦ μακαριωτάτου ἀββα
5 Στεφάνου ἐπισκόπου ἐν μη-
νὶ Ἐπίφι κʹ ∙ ἡμέρα παρασκευή,
ἀπὸ κοσμοπο(ίας) ἔτη ϛυιηʹ ∙ περίοδ(ος) φξϛʹ.
ἰνδ(ικτιῶνος) ιδʹ ∙ ἀπὸ Χ(ριστο)ῦ ϡιηʹ ∙ ἀπὸ Διοκ(λητιανοῦ) χμβʹ. ∙  Χ(ριστ)ὲ
ὁ θ(εὸ)ς ἡμῶν ἀνάπαυσον τὴν ψυ-
χὴν αὐτοῦ ἐν κόλποις Ἀβραὰμ κ(αὶ)
10 Ἰσαὰκ ∙ καὶ Ἰακὼβ ∙ ἐν τόπῳ φωτι-
νῷ ἐν τόπῳ ἀναπαύσεως ἔνθα
ἀπέδρα ὀδύνη κ(αὶ) λύπη κ(αὶ) στεναγ-
μός ∶ τὰ δὲ ἔτη τῆς ζωῆς αὐτοῦ
ἕως τῆς τελιώσεως αὐτοῦ
15 ἔτη πεντήκοντα δύο νβʹ καὶ μει-
νας ἑπτά ∶ ζʹ ∶ ἐνεπακτ(όν) ∶ δʹ ∶ σελήν(ης) ∶ αʹ. ∶
Search Help
Contact Us