[ ] Nub. — Pachoras--Phthouris (Faras) — 707 AD
1 ☩ ἐν ὀνόματι τῆς ἁγίας ζωο-
ποιοῦ κ(αὶ) ὁμουσίου Τριάδος Π(ατ)ρ(ὸ)ς
κ(αὶ) Υ(ἱο)ῦ κ(αὶ) ἁγίου Πν(εύματο)ς ἐπὶ ι#⁸⁰αʹ τῆς βασι-
λείας τοῦ θεοσέπτου κ(αὶ) φιλοχ(ρίστο)υ
5 βασιλέως Μερκουρίου κ(αὶ) εὐκλε(στάτου)
καὶ σοφοτ(άτου) Μάρκου ἰ#⁸⁰λλου(στρίου) κ(αὶ) ἐπάρχ(ου) διέπον-
τος τὰ βασιλεικὰ κ(αὶ) ἐπινεμή(σεωος) ἰνδ(ικτιῶνος) ϛʹ
ἀνανέωσεν κ(αὶ) ἔκτησεν τὸν σεπτὸν τόπο(ν)
τῆς καθολ(ικῆς) καὶ ἀποστολικ(ῆς) τοῦ θ(εο)ῦ ἐκκλη(σίας)
10 ὁ ἁγιώτ(ατος) ἡμῶν π(ατ)ὴρ ἄββα Παῦλος.
ὁ θεὸς ὁ παντοκράτωρ ὁ ποιήσας τὸν οὐ(ρα)νὸ(ν)
ἐν συνέσει κ(αὶ) θεμελιώσας τὴν γῆν
ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, ὁ κτίστης
καὶ δημιουργὸς τῶν ἁπάντων ἔπιδε
15 κ(αὶ) ἐπὶ τὸν προειρημένον ἁγιώτ(ατον) ἄνδρα
ἄββα Παῦλ[ο]ν ἐν τῷ κράτει τῆς ἰσχύος σου
θαρρήσαντα καὶ τὸ κτίσμα τοῦτο ἀνεγεῖρα[ι]
θελήσαντα κ(αὶ) θεμελίωσον αὐτὸ ἐπὶ τὴν
στερεὰν πέτραν ἣν κ(α)τ(ὰ) τὴν σὴν ἄφθαρ-
20 τον φωνὴν οὐκ ἄνεμος οὐχ ὕδωρ οὐχ
ἕτερον τι καταβλάψαι ἐνισχύσει κ(αὶ) εἰς πλή-
ρωσιν αὐτὸ ἀχθῆναι κ(αὶ) τῶν οἰκείων πό-
νων ἀπολῦσαι αὐτὸν εὐδόκησον καὶ
εἰς μακρὸν γῆρας καταντήσαντα χάριτι
25 καὶ φιλαν(θρωπ)ίᾳ τοῦ Κ(υρίο)υ ἡμ(ῶν) Ἰ(ησο)ῦ Χ(ριστο)ῦ ϟθʹ. ∶~
ἔτους τῶν χρόνων Διοκλητ(ιανοῦ) υκγʹ.
              ☩
Search Help
Contact Us