[ ]
Nub. — Pachoras--Phthouris (Faras) — 707 AD
| 1 | ☩ ἐν ὀνόματι τῆς ἁγίας ζωο- |
| ποιοῦ κ(αὶ) ὁμουσίου Τριάδος Π(ατ)ρ(ὸ)ς | |
| κ(αὶ) Υ(ἱο)ῦ κ(αὶ) ἁγίου Πν(εύματο)ς ἐπὶ ι#⁸⁰αʹ τῆς βασι- | |
| λείας τοῦ θεοσέπτου κ(αὶ) φιλοχ(ρίστο)υ | |
| 5 | βασιλέως Μερκουρίου κ(αὶ) εὐκλε(στάτου) |
| καὶ σοφοτ(άτου) Μάρκου ἰ#⁸⁰λλου(στρίου) κ(αὶ) ἐπάρχ(ου) διέπον- | |
| τος τὰ βασιλεικὰ κ(αὶ) ἐπινεμή(σεωος) ἰνδ(ικτιῶνος) ϛʹ | |
| ἀνανέωσεν κ(αὶ) ἔκτησεν τὸν σεπτὸν τόπο(ν) | |
| τῆς καθολ(ικῆς) καὶ ἀποστολικ(ῆς) τοῦ θ(εο)ῦ ἐκκλη(σίας) | |
| 10 | ὁ ἁγιώτ(ατος) ἡμῶν π(ατ)ὴρ ἄββα Παῦλος. |
| ὁ θεὸς ὁ παντοκράτωρ ὁ ποιήσας τὸν οὐ(ρα)νὸ(ν) | |
| ἐν συνέσει κ(αὶ) θεμελιώσας τὴν γῆν | |
| ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, ὁ κτίστης | |
| καὶ δημιουργὸς τῶν ἁπάντων ἔπιδε | |
| 15 | κ(αὶ) ἐπὶ τὸν προειρημένον ἁγιώτ(ατον) ἄνδρα |
| ἄββα Παῦλ[ο]ν ἐν τῷ κράτει τῆς ἰσχύος σου | |
| θαρρήσαντα καὶ τὸ κτίσμα τοῦτο ἀνεγεῖρα[ι] | |
| θελήσαντα κ(αὶ) θεμελίωσον αὐτὸ ἐπὶ τὴν | |
| στερεὰν πέτραν ἣν κ(α)τ(ὰ) τὴν σὴν ἄφθαρ- | |
| 20 | τον φωνὴν οὐκ ἄνεμος οὐχ ὕδωρ οὐχ |
| ἕτερον τι καταβλάψαι ἐνισχύσει κ(αὶ) εἰς πλή- | |
| ρωσιν αὐτὸ ἀχθῆναι κ(αὶ) τῶν οἰκείων πό- | |
| νων ἀπολῦσαι αὐτὸν εὐδόκησον καὶ | |
| εἰς μακρὸν γῆρας καταντήσαντα χάριτι | |
| 25 | καὶ φιλαν(θρωπ)ίᾳ τοῦ Κ(υρίο)υ ἡμ(ῶν) Ἰ(ησο)ῦ Χ(ριστο)ῦ ϟθʹ. ∶~ |
| ἔτους τῶν χρόνων Διοκλητ(ιανοῦ) υκγʹ. | |
| ☩ |