[ ]
Eg. — Momemphis (Kōm el-Hisn) — 238 BC — OGIS 1.56B; Milne 1,22186 — Prose 8
1 | βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν, ἔτους ἐνάτου, ἐπὶ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος Ἀλεξάνδρου κ̣[αὶ θεῶν] |
Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμωνος, μηνὸς Ἀπελλαίου ἑβδόμηι, Αἰγυπτίων δὲ Τυβὶ ἑπτα[καιδεκάτηι], | |
ψήφισμα· οἱ ἀρχιερεῖς καὶ προφῆται καὶ οἱ εἰς τὸ ἄδυτον εἰσπορευόμενοι πρὸς τὸν στολισμὸν τῶν θεῶν καὶ πτεροφόραι καὶ ἱερογραμματεῖς, καὶ οἱ ἄλλοι ἱερεῖς οἱ συν[αντήσαντες] | |
ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὴν πέμπτην τοῦ Δίου, ἐν ἧι ἄγεται τὰ γενέθλια τοῦ βασιλέως, καὶ εἰς τὴν πέμπτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνός, ἐν ἧι παρέλαβεν [τὴν βασιλείαν] | |
5 | παρὰ τοῦ πατρός, συνεδρεύσαντες ταύτηι τῆι ἡμέραι ἐν τῶι ἐν Κανώπωι ἱερῶι τῶν Εὐεργετῶν θεῶν, εἶπαν· ἐπειδὴ βασιλεὺς Πτολεμαῖος Πτολεμαίου καὶ Ἀ̣[ρσινόης, θεῶν] |
Ἀδελφῶν, καὶ βασίλισσα Βερενίκη, ἡ ἀδελφὴ αὐτοῦ καὶ γυνὴ, θεοὶ Εὐεργέται, διατελοῦσιν πολλὰ καὶ μεγάλα εὐεργετοῦντες τὰ κατὰ τὴν χώραν ἱερὰ καὶ τὰς τιμ̣[ὰς τῶν θεῶν] | |
ἐπὶ πλεῖον αὔξοντες, τοῦ τε Ἄπιος καὶ τοῦ Μνηύιος καὶ τῶν λοιπῶν ἐνλογίμων ἱερῶν ζώιων τῶν ἐν τῆι χώραι τὴν ἐπιμέλειαν διὰ παντὸς ποιοῦνται μετὰ μεγ[άλης δαπάνης] | |
καὶ χορηγίας, καὶ τὰ ἐξενεγχθέντα ἐκ τῆς χώρας ἱερὰ ἀγάλματα ὑπὸ τῶν Περσῶν ἐξστρατεύσας ὁ βασιλεὺς ἀνέσωισεν εἰς Αἴγυπτον καὶ ἀπέδωκεν [εἰς τὰ ἱερά, ὅθεν] | |
ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆς πρὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας καὶ τοῖς ἐν [τῆι χώραι πᾶσιν] | |
10 | καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐνλιπέστερον ἀναβάντος καὶ πάντων τῶν [ἐν τῆι χώραι] |
καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβρο[χίαις περι]- | |
πεπτωκέναι τοὺς τὴν χώραν κατοικοῦντας, προστάντες κηδεμονικῶς τῶν τε ἐν τοῖς ἱεροῖς καὶ τῶν ἄλλων τῶν τὴν χώραν κατοικούντων, πολλὰ μὲν προνο[ηθέντες], | |
οὐκ ὀλίγας δὲ τῶν προσόδων ὑπεριδόντες ἕνεκα τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ ἐξ ἄλλων πλειόνων τόπων σῖτον μεταπεμ̣[ψάμενοι] | |
εἰς τὴν χώραν τιμῶν μειζόνων διέσωισαν τοὺς τὴν Αἴγυπτον κατοικοῦντας, ἀθάνατον εὐεργεσίαν καὶ τῆς αὐτῶν ἀρετῆς μέγιστον ὑπόμνημα καταλείποντες [τοῖς τε νῦν] | |
15 | οὖσιν καὶ τοῖς ἐπιγινομένοις, ἀνθ’ ὧν οἱ θεοὶ δεδώκασιν αὐτοῖς εὐσταθοῦσαν τὴν βασιλείαν καὶ δώσουσιν τἄλλα ἀγαθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον· ἀγαθῆι τύχηι, δεδό[χθαι τοῖς] |
κατὰ τὴν χώραν ἱερεῦσιν τὰς τε προϋπαρχούσας τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν, θε[οῖς Ἀδελφοῖς], | |
καὶ τοῖς προγόνοις, θεοῖς Σωτῆρσιν, αὔξειν, καὶ τοὺς ἱ<ε>ρεῖς τοὺς ἐν ἐκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν, καὶ ἐν̣[γράφεσθαι] | |
ἐν πᾶσιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις οἷς φοροῦσιν προσενκολάπτεσθαι καὶ τὴν ἱερεωσύνην τῶν Εὐεργετῶν θεῶν, προσαποδει[χθῆναι] δὲ πρὸς ταῖς [νῦν ὑπαρχούσαις] | |
τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην ἣ προσονομασθήσεται πέμπτη φυλὴ τῶν Εὐεργετῶν θεῶν· ἐ<π>εὶ καὶ σῦν τῆι ἀγαθῆι τύχ[ηι καὶ τὴν] | |
20 | γένεσιν βασιλέως Πτολεμαίου τοῦ τῶν θεῶν Ἀδελφῶν συμβέβηκεν γενέσθαι τῆι πέμπτηι τοῦ Δίου, ἣ καὶ πολλῶν ἀγαθῶν ἀρχὴ γέγονεν πᾶσιν ἀνθρώποις· εἰς δὲ [τὴν φυλὴν] |
ταύτην καταλεχθῆν̣αι τοὺς ἀπὸ τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορὴ τοῦ ἐν τῶι ἐνάτωι ἔτει καὶ το[ὺς τούτων] | |
ἐκγόνους εἰς τὸν ἀεὶ χρόνον, τοὺς δὲ προυπάρχοντας ἱερεῖς ἕως τοῦ πρώτου ἔτους εἶναι ὡσαύτως ἐν ταῖς αὐταῖς φυλαῖς ἐν αἷς πρότερον ἦσαν, ὁμοίως δὲ καὶ τ[οὺς ἐκγόνους] | |
αὐτῶν ἀπὸ τοῦ νῦν καταχωρίζεσθαι εἰς τὰς αὐτὰς φυλὰς ἐν αἷς οἱ πατέρες <ε>ἰσίν· ἀντὶ δὲ τῶν εἴκοσι βουλευτῶν ἱερέων τῶν αἱρουμένων κατ’ ἐνιαυτὸν ἐκ τῶν προ[υπαρχουσῶν] | |
τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ ἑκάστης φυλῆς λαμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶ[ν Εὐεργετῶν] | |
25 | θεῶν ἄλλων πέντε· μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν, τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχο̣[ν αὐτῆς εἶναι], |
καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσσάρων φυλῶν ὑπάρχει· καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψ̣ή̣[φισμα ἥ τε πέμπτη] | |
καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτελεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν παν[ήγυριν δημοτελῆ] | |
ἔν τε τοῖς ἱεροῖς καὶ καθ’ ὅλην τὴν χώραν βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργεταῖς τῆι ἡμέραι ἐν ἧι ἐπιτέλλει τὸ ἄστρον τὸ τῆς Ἴσ[ιος], ἣ ν[ομίζεται διὰ τῶν] | |
ἱερῶν γραμμάτων νέον ἔτος εἶναι, ἄγεται δὲ νῦν ἐν τῶι ἐνάτωι ἔτει νουμηνίαι τοῦ Παυνὶ μηνός, ἐν ὧι καὶ τὰ μικρὰ Βουβάστια καὶ τὰ μεγάλα Βουβάστια ἄγεται [καὶ ἡ συναγωγὴ τῶν] | |
30 | καρπῶν καὶ ἡ τοῦ ποταμοῦ ἀνάβασις γίνεται· ἐὰν δὲ καὶ συμβαίνηι τὴν ἐπιτολὴν τοῦ ἄστρου μεταβαίνειν εἰς ἑτέραν ἡμέραν διὰ τεσσάρων ἐτῶν, μὴ μετατίθεσθ[αι τὴν πανήγυριν] |
ἀλλὰ ἄγεσθαι ὁμοίως τῆι νουμηνίαι τοῦ Παυνὶ ἐν ἧι καὶ ἐξ ἀρχῆς ἤχθη ἐν τῶι ἐνάτωι ἔτει· καὶ συντελεῖν αὐτὴν ἐπὶ ἡμέρας πέντε μετὰ στεφανηφορίας καὶ θυσιῶ̣[ν καὶ σπονδῶν] | |
καὶ τῶν ἄλλων τῶν προσηκόντων· ὅπως δὲ καὶ αἱ ὦραι τὸ καθῆκον ποιῶσιν διὰ παντὸς κατὰ τὴν νῦν οὖσαν κατάστασιν τοῦ κόσμου καὶ μὴ συμβαίνηι τινὰς τῶν δ[ημοτελῶν] | |
ἑορτῶν τῶν ἀγομένων ἐν τῶι χειμῶνι ἄγεσθαί ποτε ἐν τῶι θέρει, τοῦ ἄστρου μεταβαίνοντος μίαν ἡμέραν διὰ τεσσάρων ἐτῶν, ἑτέρας δὲ τῶν νῦν ἀγομένων ἐν τῶ̣[ι θέρει] | |
ἄγεσθαι ἐν τῶι χειμώνι ἐν τοῖς μετὰ ταῦτα καιροῖς, καθάπερ πρότερόν τε συμβέβηκεν γενέσθαι καὶ νῦν ἂν ἐγίνετο τῆς συντάξεως τοῦ ἐνιαυτοῦ μενουσ[ης ἐκ τῶν] | |
35 | τριακοσίων ἑξήκοντα ἡμερῶν καὶ τῶν ὕστερον προσνομισθεισῶν ἐπάγεσθαι πέντε ἡμερῶν, ἀπὸ τοῦ νῦν μίαν ἡμέραν ἑορτὴ[ν] τῶν Εὐεργετῶν θεῶν ἐπαγεσ[θαι διὰ] |
τεσσάρων ἐτῶν ἐπὶ ταῖς πέντε ταῖς ἐπαγομέναις πρὸ τοῦ νέου ἔτους, ὅπως ἄπαντες εἰδῶσιν διότι τὸ ἐνλεῖπον πρότερον περὶ τὴν σύνταξιν τῶν ὡρῶν καὶ τοῦ ἐ[νιαυτοῦ] | |
καὶ τῶν νομιζομένων περὶ τὴν ὅλην διακόσμησιν τοῦ πόλου διωρθῶσθαι καὶ ἀναπεπληρῶσθαι συμβέβηκεν διὰ τῶν Εὐεργετῶν θεῶν· καὶ ἐπειδὴ τὴν ἐγ βασι[λέως] | |
Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης, θεῶν Εὐεργετῶν, [γ]εγενημένην θυγατέρα καὶ ὀνομασθεῖσαν Βερενίκην, ἣ καὶ βασίλισσα εὐθέως ἀπεδείχθη, συνέβη ταύ[την] | |
παρθένον οὖσαν ἐξαίφνης μετελθεῖν εἰς τὸν ἀέναον κόσμον, ἔτι ἐνδημούντων παρὰ τῶι βασιλεῖ τῶν ἐκ τῆς χώρας παραγινομένων πρὸς αὐτὸν κατ’ ἐνιαυτὸ[ν ἱερέων], | |
40 | οἳ μέγα μεν πένθος ἐπὶ τῶι συμ[βε]βηκότι εὐθέως συνετέλεσαν, ἀξιώσαντες δὲ τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἔπεισαν καθιδρῦσαι τὴν θεὰν μετὰ τοῦ Ὀσείριος [ἐν τῶι] |
ἐν Κανώπωι ἱερῶι, ὃ οὐ μόνον ἐν τοῖς πρώτοις ἱεροῖς ἐστιν, ἀ[λ]λὰ καὶ ὑπὸ τοῦ βασιλέως καὶ τῶν κατὰ τὴν χώραν πάντων ἐν τοῖς μάλιστα τιμιωμένοις ὑπάρχει· καὶ ἡ ἀναγω[γὴ τοῦ] | |
ἱεροῦ πλοίου τοῦ Ὀσείριος εἰς τοῦτο τὸ ἱερὸν κατ ἑνιαυτὸν γίνεται ἐκ τοῦ ἐν τῶι Ἡρακλείωι ἱεροῦ τῆι ἐνάτηι καὶ εἰκάδι τοῦ Χοίαχ, τῶν ἐκ τῶν πρώτων ἱερῶν πάντων [θυσίας] | |
συντελούντων ἑπὶ τῶν ἱδρυμένων ὑπ’ αὐτῶν βωμῶν ὑπὲρ ἑκάστου ἱεροῦ τῶν πρώτων ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ δρόμου, μετὰ δὲ ταῦτα τὰ πρὸς [τ]ὴν ἑκθέ̣[ωσιν] | |
αὐτῆς νόμιμα καὶ τὴν τοῦ πένθους ἀπόλυσιν ἀπέδωκαν μεγαλοπρεπῶς καὶ κηδεμονικῶς, καθάπερ καὶ ἐπὶ τῶι Ἄπει καὶ Μνηύει εἰθισμένον ἐστιν γίνεσθ[αι], | |
45 | δεδόχθαι συντελεῖν τῆι ἑκ τῶν Εὐεργετῶν θεῶν γεγενημένηι βασιλίσσηι Βερενίκηι τιμὰς αἰδίους ἐν ἅπασι τοῖς κα[τὰ τ]ὴν Χώραν ἱεροῖς· καὶ [ἑπεὶ εἰ]ς̣ θεο[ὺς] με[τῆλθεν] |
ἐν τῶι Τῦβι μηνί, ἐν ὧιπερ καὶ ἡ τοῦ Ἡλίου θυγάτηρ ἐν ἀρχῆι μετήλλαξεν τὸν βίον, ἣν ὁ πατὴρ στέρξας ὠνόμασεν ὁτὲ μ[ὲ]ν βασιλείαν ὁτὲ δὲ [ὅ]ρ[ασιν αὐτοῦ, καὶ ἄγουσιν] | |
αὐτῆι ἑορτὴν καὶ περίπλουν ἐν πλείοσιν ἱεροῖς τῶν πρώτων ἐν τούτωι τῶι μηνὶ, ἐν ὧι ἡ ἀποθέωσις αὐτῆς ἐν ἀρχῆι ἐγενήθη, συντελεῖν καὶ [βασιλίσσηι Βερενίκηι τῆι] | |
ἐκ τῶν Εὐεργετῶν θεῶν ἐν ἅπασι τοῖς κατὰ τὴν χώραν ἱεροῖς ἐν τῶι Τυβὶ μηνὶ ἑορτὴν καὶ περίπλουν ἐπὶ ἡμέρας τέσσαρας ἀπὸ ἑπτακαι[δεκάτης, ἐν ἧι ὁ περίπλους] | |
καὶ ἡ τοῦ πένθους ἀπόλυσις ἐγενήθη αὐτῆι τὴν ἀρχήν· συντελέσαι δ’ αὐτῆς καὶ ἱερὸν ἄ<γ>αλμα χρυσοῦν διάλιθον ἐν ἑκάστωι τῶν πρώτων κ[αὶ δευτέρων ἱερῶν, καὶ] | |
50 | καθιδρῦσαι ἐν τῶι ἁγίωι, ὃ ὁ προφήτης ἤ <τις> τῶν εἰς τὸ <ἄ>δυτον εἱρημένων ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκά̣[λα]ι̣ς ὅταν αἱ [ἐξοδεῖαι καὶ πανηγύρεις] |
τῶν λοιπῶν θεῶν γίνωνται, ὅπως ὐπὸ πάντων ὁρώμενον τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων· εἶναι δὲ τὴ̣]ν ἐπιτιθεμένην βασιλείαν] | |
τῆι εἰκόνι αὐτῆς διαφέρουσαν τῆς ἐπιτιθεμένης ταῖς εἰκόσιν τῆς μητρὸς αὐτῆς βασιλίσσης Βερενίκης ἐκ σταχύων δύο, ὧν ἀνὰ μέσον ἔσται ἡ ἀσπ[ιδοειδὴς βασιλεία, ταύτης] | |
δ’ ὀπίσω σύμμετρον σκῆπτρον παπυροειδές, ὃ εἱώθασιν αἱ θεαὶ ἔχειν ἐν ταῖς χερσίν, περὶ ὃ καὶ ἡ οὐρὰ τῆς βασιλείας ἔστ[αι π]εριειλημένη, ὤστε καὶ ἐκ τῆς δ̣[ιαθέσεως τῆς βασιλείας] | |
διασαφεῖσθαι τὸ Βερενίκης ὄνομα κατὰ τὰ ἐπίσημα τῆς ἱερᾶς γραμματικῆς· καὶ ὅταν τὰ Κικήλλια ἄγηται ἑν τῶι Χοίαχ μηνὶ πρὸ τοῦ περίπλου τοῦ Ὀσείριο[ς κατασκευάσαι τὰς] | |
55 | παρθένους τῶν ἱερέων ἄλλο ἄγαλμα Βερενίκης ἀνάσσης παρθένων, ὧι |
συντελέσουσιν ὁμοίως θυσίαν καὶ τἄλλα τὰ συντελούμενα νόμιμα τῆι ἑορτ[ῆι ταύτηι. ἐξεῖναι δὲ] | |
κατὰ ταύτὰ καὶ ταῖς ἄλλαις παρθένοις ταῖς βουλομέναις συντελεῖν τὰ νόμιμα τῆι θεῶι· ὑμνεῖσθαι δ’ αὐτὴν καὶ ὑπὸ τῶν ἐπιλεγομένων ἱερῶν παρθ[ένων καὶ τὰς χρείας] | |
παρεχομένων τοῖς θεοῖς, περικειμένων τὰς ἰδίας βα̣σιλείας τῶν θεῶν ὧν ἱερείαι νομίζονται εἶναι· καὶ ὅταν ὁ πρώιμος σπόρος παραστῆι, ἀναφέρε̣[ιν τὰς ἱερὰς παρθένους] | |
στάχυς τοὺς παρατεθησομένους τῶι ἀγάλματι τῆς θεοῦ· αἴδειν δ’ εἰς αὐτὴν καθ’ ἡμέραν καὶ ἐν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν τῶν λοιπῶν θεῶν [τούς τε ὠιδοὺς ἄνδρας] | |
60 | καὶ τὰς γυναῖκας οὓς ἂν ὕμνους οἱ ἱερογραμματεῖς γράψαντες δῶσιν τῶι ὠιδοδιδασκάλωι, ὧν καὶ τὰ ἀντίγραφα καταχωρισθήσεται εἰς τὰς ἱερ[ὰς βύβλους· καὶ, ἐπειδὴ] |
τοῖς ἱερεῦσιν δίδονται αἱ τροφαὶ ἐκ τῶν ἱερῶν, ἐπὰν ἐπαχθῶσιν εἰς τὸ πλῆθος, δίδοσθαι ταῖς θυγατράσιν τῶν ἱερέων ἐκ τῶν ἱερῶν προσόδων, ἀφ’ ἧ̣[ς ἂν ἡμέρας γένωνται] | |
τὴν συγκριθησομένην τροφὴν ὑπὸ τῶν βουλευτῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι κατὰ λόγον τῶν ἱερῶν προσόδων· καὶ τὸν διδόμενον ἄρτον ταῖ̣[ς γυναιξὶν τῶν ἱερέων] | |
ἔχειν ἴδιον τύπον καὶ καλεῖσθαι Βερενίκης ἄρτον. ὁ δ’ ἐν ἑκάστωι τῶν ἱερῶν καθεστηκὼς ἐπιστάτης καὶ ἀρχιερεὺς καὶ οἱ τοῦ ἱεροῦ γραμματεῖς [ἀναγραψάτωσαν] | |
τοῦτο τὸ ψήφισμα εἰς στήλην λιθίνην ἢ χαλκῆν ἱεροῖς γράμμασιν καὶ Αἰγυπτίοις καὶ Ἑλληνικοῖς καὶ ἀναθέτωσαν ἐν τῶι ἐπιφανεστάτωι [τόπωι τῶν τε] | |
πρώτων ἱερῶν καὶ δευτέρων καὶ τρίτων, ὅπως οἱ κατὰ τὴν χώραν ἱερεῖς φαίνωνται τιμῶντες τοὺς Εὐεργέτας θεοὺς καὶ τὰ τέκνα αὐτῶν, καθάπ[ερ δίκαιόν ἐστιν]. |