[ ] Eg. — Kanopos (Abu Qīr) — 185-187 AD — SB 5.8281
1 Διὶ Ἡλίῳ μεγάλῳ Σαράπιδι
ἐν Κανώβῳ καὶ πᾶσι τοῖς θεοῖς
ἀνέθηκεν Σαραπίων καὶ Ἰσίδωρος
Διδύμου τοῦ Διδύμου τῶν ἐξ Ἀντινόου ἱερονι-
5 κῶν σὺν Ἴσιτι τῇ καὶ Εὐσεβείᾳ καὶ Σεντιανῷ
καὶ Σαραπίαδι καὶ Θεοδώρᾳ καὶ Φωκᾶτι
[ἔτους κ․ʹ Αὐτοκράτορος Καίσαρος]
[Μάρκου Αὐρηλίου Κομμόδου]
[Εὐσεβοῦς Σεβαστο]ῦ〛, Χοιὰκ κδʹ,
10 ἐπὶ Πομπωνίου Φαυστιανοῦ ἐπάρχου Αἰγύπτου, ἐπ’ ἀγαθῷ.
Search Help
Contact Us