[ ] Nub. — Kertassi — 243 AD
1 τὸ προσκύνημα
Γαΐου Ἰουλίου Μακρίνου
ἱερέως Γόμων [․]ηʹ
μετὰ καὶ τῆ<ς> συμβίου
5 καὶ τῶν τέκνων καὶ
τοῦ σύνπαντος αὐτοῦ
οἴκου. ἔδωκεν τῶν ηʹ
ἱερεωσυνῶν χρυσοῦς
σμʹ καὶ ἀναλωμάτων
10 τῶν ϛʹ Γόμων ἄλλα χρυσ(ᾶ)
ἑξήκοντα γείνονται [τʹ].
οὐδεὶς πρὸ ἐμοῦ, οὐ-
δεὶς μετ’ ἐμέ. (ἔτους) ϛʹ,
Μεχεὶρ κʹ.
Search Help
Contact Us