[ ] Eg. — Thebes [W.]: Colossus of Memnon
1 εἴ γε μὲν οὖν Ἠὼς τὸν ἑὸν [φί]λ̣ο̣ν υἷα δακρύει,
ἡνίκ’ ἂν ἀ̣ν̣τ̣έ̣λλῃσι φαεσ̣φόρος̣ ἤμ̣α̣σιν αἴγλην
[κ] γαίης μύκ̣ημα θεοπ̣ρ̣επὲς [ἐκπ]έμπουσα,
ἴστω θεῖος Ὅμηρος, ὃς Ἰλ̣ίου ἔ[ννε]π̣ε̣ μῦθ̣ον·
5 αὐτὸς δ’ ἐνθά̣δ’ ἐὼ̣ν τοῦ̣ Μ[έμ]ν̣[ο]νος [ἔ]κλυον αὐδ̣ῆ̣ς.
Ἰο̣ύλιος ἦλ[θο]ν ἐ̣γὼν [ἑκα]τόνταρχος λεγεῶνος.
Search Help