[ ]
Eg. — Thebes [W.]: Colossus of Memnon — after 134 AD — cf. SEG 20.690
1 | Καικιλία Τρεβοῦλλα |
δεύτερον ἀκούσασα | |
Μέμνονος. | |
αὐδῆς τὸ πρόσθεν μοῦνον ἐξακούσαντας, | |
5 | νῦν ὡς συνήθεις καὶ φίλους ἡσπάζετο |
Μέμνων ὁ παῖς Ἠοῦς τε καὶ Τειθωνοῖο. | |
αἴσθησιν ἆρα τῷ λίθῳ καὶ φθέγγματα | |
ἡ φύσις ἔδωκε δημιουργὸς τῶν ὅλων; |