[ ] Eg. — Thebes [W.]: Colossus of Memnon
1 τούτοις τοῖς ἐλέγοις Πετρωνιανός σε γεραίρω,
   αὐδήεντι θεῶι μουσικὰ δῶρα διδούς,
πατρόθεν οὔνομ’ ἔχων Αὐρήλιος, Ἰταλὸς ἀνήρ.
   ἀλλὰ σύ μοι ζώειν δηρόν, ἄναξ, χάρισαι.
5 πολλοὶ ἅμα σ̣τείχουσι δα<ή>μεναι, ἦ ῥ’ ἔτι Μέμνων
   τοῦ λοιποῦ γῆρυν σώματος ἔντος ἔχει.
αὐτὰρ ὅ γε στέρνων κεφαλῆς τε ἄτερ ἥμενος αὐδᾷ,
   ὕβριν Καμβύσεω μητέρι μεμφόμενος.
εὖτ’ ἂν δ ἠέλιος φαέθων ἀκτεῖνας ἀνίσχ̣ῃ
10    ἦμαρ σημαίνει τοῖς παρεοῦσι βροτοῖς.
Search Help
Contact Us