[ ] Eg. — Thebes [W.]: Colossus of Memnon
1            Ἀσκληπιοδότου
8          ποιητοῦ · ἐπιτρόπου.
2 ζώειν, εἰναλίη Θέτι, Μέμνονα καὶ μέγα φωνεῖν
     μάνθανε, μητρῴηι λαμπάδι θαλπόμενον,
Αἰγύπτου Λιβυκῆισιν ὑπ’ ὀφρύσιν, ὧν ἀποτάμνει
5      καλλίπυλον Θήβην Νεῖλος ἐλαυνόμενος·
τὸν δὲ μάχης ἀκόρητον Ἀχιλλέα μήτ’ ἐνὶ Τρῴων
     φθέγγεσθαι πεδίωι, μήτ’ ἐνὶ Θεσσαλίηι.
Search Help
Contact Us