[ ] Eg. — Thebes [W.]: Colossus of Memnon — ca. 205 AD — cf. SEG 20.682
1               ἐγὼ σοφιστὴ[ς]
              ὤν.
[Μέμν]ων οἶδε λαλεῖν ὅσον ῥήτωρ, οἶδέ τε σιγᾶν,
       εἰδὼς καὶ φωνῆς νεῦρα καὶ ἡσυχίας.
5 [κα]ὶ γὰρ ἰδὼν Ἠῶ τὴν μητέρα τὴν κροκόπεπλον
      [ἤχη]σεν λιγυρῆς ἡδύτερον λαλίης.
[τ]αῦτα Φάλερνος ἔγραψε ποητὴς ἠδὲ σοφισ[τὴς]
      [ἀξ]ία καὶ Μουσῶν, ἀξία καὶ Χαρίτων.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants