[ ] Eg. — Thebes [W.]: Colossus of Memnon — 130 AD
1 ἔκλυον αὐδήσαντος ἔγω ’πυ λίθω Βάλβιλλα
   φώνα<ς> τᾶς θεΐας Μέμνονος ἢ Φαμένωθ.
ἦλθον ὔμοι δ’ ἐράται βασιλήϊδι τυῖδε Σαβίννᾳ,
   ὤρας δὲ πρώτας ἄλιος ἦχε δρόμος.
5 κοιράνω{ι} Ἀδριάνω πέμπτῳ δεκότῳ δ’ ἐ-
   νιαύτῳ, | <φῶτ>α δ’ ἔχεσκε<ν> Ἄθυρ εἴκοσι
καὶ πέσυρα. | εἰκόστῳ πέμπτῳ
   δ’ ἄματι μῆνος Ἄθυρ.
Search Help
Contact Us