[ ]
Eg. — Thebes [W.]: Colossus of Memnon — 130 AD
1 | Ἰουλίας Βαλ<β>ίλλης· |
ὅτε ἤκουσε τοῦ Μέμνο<νο>ς | |
ὁ Σεβαστὸς Ἁδριανός. | |
Μέμνονα πυνθανόμαν Αἰγύπτιον, ἀλίω αὔγαι | |
5 | αἰθόμενον, φώνην Θηβαΐ<κ>ω ’πυ λίθω. |
Ἀδρίανον δ’ ἐσίδων, τὸν παμβασίληα, πρὶν αὔγας | |
ἀελίω χαίρην εἶπέ <ϝ>οι ὠς δύνατον. | |
Τίταν δ’ ὄττ’ ἐλάων λεύκοισι δι’ αἴθερος ἴπποις | |
ἐ̣ν̣ὶ σκίαι ὠράων δεύτερον ἦχε μέτρον, | |
10 | ὠς χάλκοιο τύπεντ[ο]ς ἴη Μέμνων πάλιν αὔδαν |
ὀξύτονον· χαίρω[ν κ]αὶ τρίτον ἆχον ἴη. | |
κοίρανος Ἀδρίανο[ς τότ’ ἄ]λις δ’ ἀσπάσσατο καὖτος | |
Μέμνονα, κἀν [στά]λαι κάλ̣λ̣ι[π]εν ὀψ[ι]γόνοις | |
γρόππατα σαμαίνο[ν]τά τ’ ὄσ’ εὔϊδε κὤσσ’ ἐσάκουσε, | |
15 | δῆλον παῖσι δ’ ἔγε[ν]τ’ ὤς <ϝ>ε φίλισι θέοι. |