[ ] Eg. — Thebes [W.]: Colossus of Memnon — 130 AD
1        Ἰουλίας Βαλ<β>ίλλης·
        ὅτε ἤκουσε τοῦ Μέμνο<νο>ς
        ὁ Σεβαστὸς Ἁδριανός.
Μέμνονα πυνθανόμαν Αἰγύπτιον, ἀλίω αὔγαι
5    αἰθόμενον, φώνην Θηβαΐ<κ>ω ’πυ λίθω.
Ἀδρίανον δ’ ἐσίδων, τὸν παμβασίληα, πρὶν αὔγας
   ἀελίω χαίρην εἶπέ <ϝ>οι ὠς δύνατον.
Τίταν δ’ ὄττ’ ἐλάων λεύκοισι δι’ αἴθερος ἴπποις
   ἐ̣ν̣ὶ σκίαι ὠράων δεύτερον ἦχε μέτρον,
10 ὠς χάλκοιο τύπεντ[ο]ς ἴη Μέμνων πάλιν αὔδαν
   ὀξύτονον· χαίρω[ν κ]αὶ τρίτον ἆχον ἴη.
κοίρανος Ἀδρίανο[ς τότ’ ἄ]λις δ’ ἀσπάσσατο καὖτος
   Μέμνονα, κἀν [στά]λαι κάλ̣λ̣ι[π]εν ὀψ[ι]γόνοις
γρόππατα σαμαίνο[ν]τά τ’ ὄσ’ εὔϊδε κὤσσ’ ἐσάκουσε,
15    δῆλον παῖσι δ’ ἔγε[ν]τ’ ὤς <ϝ>ε φίλισι θέοι.
Search Help
Contact Us