[ ] Eg. — Thebes [W.]: Colossus of Memnon — ca. 122 AD — cf. SEG 20.676
1 Φουνεισουλανὸς ἐνθαδεὶ [Χα]ρείσιος,
στρατηγὸς Ἑρμώνθιός τε [καὶ] Λάτων πάτρης,
ἄγων δάμαρτα Φουλβίαν ἀ[κήκ]οεν
σοῦ, Μέμνον, ἠχήσαντος, ἡν̣[ίχ’ ἡ] μήτηρ
5 ἡ σὴ χυθεῖσα σὸν δέμας ΑΠ̣․․․․․ΦΕΙ.
θύσας δὲ καὶ σπείσας τε ΚΑΡΤ— — —
τοῦτ’ αὐτὸς ἠΰτησεν εἰς σεῖ[ο κλέος]·
   "λάλον μὲν Ἀργὼ παῖς ἐ[ὼν — — —]
    λάλον δὲ φηγὸν τὴν Διὸ̣[ς — — —]
10     σὲ δ’ αὐτὸν ὄσσοις μοῦνον ἐδ[ράκην ἐμοῖς],
    ὡς αὐτὸς ἠχεῖς καὶ βοήν τιν̣’ [— — —]".
τοῦτον δέ σοι χάραξε τὸν στίχο[ν — — —]
ὃς εἶπε τ’ αὐτῷ φίλτατος τ[— — — — — —].
Search Help
Contact Us