[ ] Eg. — Leontopolis [Hel.] (Tell el-Yahūdīya) — early Rom. Imp. period? — Inscr.métr.95,16; SB 5.5765
1 πεντήκοτα {²⁶πεντήκοντα}²⁶ τριῶν ἐτέων κύκλον ἤδ’ ἀνύσαντα
  αὐτὸς ὁ πανδαμάτωρ ἥρπασεν εἰς Ἀΐδην.
ὦ χθὼν ἀμμοφανής, οἷον δέμας ἀμφικαλύπτις
  Ἀβράμου ψυχῆς, τοῦ μακαριστοτάτου·
5 οὐκ ἀγέραστος ἔφυ γὰρ ἀνὰ πτόλιν, ἀλλὰ καὶ ἀρχῇ
  πανδήμῳ ἐθνικῇ ἐστέφετ’ ἐν σοφίᾳ.
δισσῶν γάρ τε τόπων πολιταρχῶν αὐτὸς ἐτειμῶ
  τὴν διμερῆ δαπάνην ἐξανύσας χάρισιν.
πάντα δέ σοι, ἐπέοιχ’ ὅσα τοι, ψυχή, πρὶν ἔκευθες,
10   καὶ τέκνων ἀγαθῶν αὔξομεν γενεή.
ἀλλὰ σύ, ὦ παροδεῖτα, ἰδὼν ἀγαθοῦ τάφον ἀνδρὸς
  ὅν τε κατευφημῶν τοῖα φράσας ἄπιθι.
  "γαῖαν ἔχοις ἐλαφρὰν εἰς τὸν ἅπαντα χρόνον."
Search Help
Contact Us