[ ]
Eg. — Leontopolis [Hel.] (Tell el-Yahūdīya) — early Rom. Imp. period? — Inscr.métr.95,16; SB 5.5765
1 | πεντήκοτα {²⁶πεντήκοντα}²⁶ τριῶν ἐτέων κύκλον ἤδ’ ἀνύσαντα |
αὐτὸς ὁ πανδαμάτωρ ἥρπασεν εἰς Ἀΐδην. | |
ὦ χθὼν ἀμμοφανής, οἷον δέμας ἀμφικαλύπτις | |
Ἀβράμου ψυχῆς, τοῦ μακαριστοτάτου· | |
5 | οὐκ ἀγέραστος ἔφυ γὰρ ἀνὰ πτόλιν, ἀλλὰ καὶ ἀρχῇ |
πανδήμῳ ἐθνικῇ ἐστέφετ’ ἐν σοφίᾳ. | |
δισσῶν γάρ τε τόπων πολιταρχῶν αὐτὸς ἐτειμῶ | |
τὴν διμερῆ δαπάνην ἐξανύσας χάρισιν. | |
πάντα δέ σοι, ἐπέοιχ’ ὅσα τοι, ψυχή, πρὶν ἔκευθες, | |
10 | καὶ τέκνων ἀγαθῶν αὔξομεν γενεή. |
ἀλλὰ σύ, ὦ παροδεῖτα, ἰδὼν ἀγαθοῦ τάφον ἀνδρὸς | |
ὅν τε κατευφημῶν τοῖα φράσας ἄπιθι. | |
"γαῖαν ἔχοις ἐλαφρὰν εἰς τὸν ἅπαντα χρόνον." |