[ ] Eg. — Leontopolis [Hel.] (Tell el-Yahūdīya) — early Rom. Imp. period? — Inscr.métr.92,15; SB 3.6648 — SEG 1.571
1 εἰμεὶ ἐγὼ Ἰησοῦς, ὁ φὺς δὲ Φα-
  μεῖς, παροδεῖτα· |
ξʹ L {²⁶ἑξήκοντα ἐτῶν}²⁶ ἦλθον δ’ εἰς Ἀείδαν· |
κλαύσατε δὴ ἅμα πάντας {²⁶πάντες}²⁶
5   τὸν ἐξαπίνης μεταβάντα |
εἰς μυχὸν αἰώνων ἐν σκοτίᾳ
  διάγειν. | καὶ σὺ δέ, Δωσίθεε,
κατάκλαέ με· σοὶ γὰρ ἀνάνκη |
  δάκρισι πικροτάτοις τύμβῳ
10 ἐμῷ προχέειν· | τέκνον ἐμοὶ εἶ σ[ύ],
  ἐγὼ γὰρ ἀπῆλθον ἄτεκος {²⁶ἄτεκνος}²⁶·
κλαύσατε πάντες ὁμοῦ Ἰησὸν
  δυσμενέα. |
Search Help
Contact Us