[ ]
Eg. — Xoïs (Sakha) — 181 AD
1 | [ὑπὲρ] σω[τηρί]ας [καὶ] |
διαμονῆς τοῦ κυρίου | |
ἡμῶν Αὐτοκράτ[ο]ρ[ος] | |
Καίσαρος Μάρκου Αὐ[ρηλ]ίου | |
5 | 〚Κομμόδου〛 Ἀντω[νείν]ου |
Σεβαστοῦ Εὐσεβοῦ[ς καὶ] τοῦ | |
σύνπαντος αὐτ[οῦ ο]ἴκου | |
Νεμεσιανὸς Ἀρείου τοῦ Πο[σειδωνίου] | |
Σωσικόσμιος ὁ καὶ Ἀλθαιεύς, ἔ[ναρχος] | |
10 | γυμνασίαρχος τῆς Ξοϊτῶν πόλεως, |
ἀνέθηκα τὸν ἀνδριάντα τοῦ Πολιέως | |
Σαράπιδος ἐπιδοὺς εἰς τοῦτο μετὰ τὸ | |
ἐξ ἔθους διδόμενον καὶ τὸ λοιπ[ὸν τ]ὸ | |
ἀναλωθὲν δαπάνημα ἐ[κ] φιλοτιμίας | |
15 | ἐπὶ [Οὐετουρίου Μακ]ρίνου ἐπάρχου Αἰγύπτου, |
ἐπιστρατηγοῦντος Αὐρηλίου Ἰάσονος, | |
στρατηγοῦντος Ἀρτεμιδώρου, | |
ἔτους καʹ, Ἐπεὶφ ιʹ. |