[ ] Att. — stoich. 34 — ante 387/6
[— — — — ἐπιμελεῖσθαι δὲ αὐτο͂ τὸς — — —]
1 [․․․7․․․ καὶ] τὴμ βολ[ὴν τὴν ἀεὶ βολεύο]σ[αν, ἐ͂]-
[να]ι δὲ αὐτῶι καὶ οἰκίας ἔγκτησιγ καὶ ἀτέλ-
[ειαν αὐτῶι] καὶ τοῖς ἐκγόνοις Ἀθήνησι καὶ
[τὰς δίκας] ἐ͂ναι αὐτῶι πρὸς τὸν πολέμαρχον
5 [καθάπ]ε[ρ] το[ῖ]ς ἄλλοις προξένοις· τὸ δὲ ψήφι-
σ[μα τ][δε ἀνα]γράψαι τὸγ γραμματέα τῆς βολ-
[ῆ]ς ἐ[σ]τήλ[η]ι [λ]ιθίνηι καὶ στῆσαι ἐμ πόληι, ἐς
δὲ τὴν στήλην δο͂ναι τὸ[ν] ταμίαν ΔΔ δραχμὰς
[τῶ]ι [γ]ρ[αμματεῖ] τῆς βολῆς· κα[λέσ]αι δὲ καὶ ἐπ-
10 [ὶ] ξέ[νι]α Φίλυτον [ἐ]ς τὸ πρυτ[ανέον] ἐς αὔριον.
                          vacat 0.41
Search Help