[ ]
Eg. — Alexandria — 3rd c. AD? — SEG 18.646, cf. 20.507 — SB 8.9801 = 8.10044
1 | {²hedera}² θεοῖς > κατα̣χθον̣ί̣οις {²hedera}² |
Πο[μπ]ῃία Μοῦσα ἀνει̣έρωσεν κηπόταφον Μαξί- | |
[μωι τῶι υἱῶι] α̣ὐ̣τῆς καὶ Μάρκωι Ἀντωνίωι Θεοφίλωι ἀνδρὶ καὶ ἀπελευθέ- | |
[ροις καὶ ἀπε]λευθέραις ἑαυτῶν κα̣[ὶ] τούτων ἐγγόνοις κοινὸν καὶ ἀδι- | |
5 | [αίρετον καὶ] ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον ἐκ παντὸς τρό- |
[που καὶ ἀκληρο]νόμητ[ο]ν̣ εἰς τὸν αἰε[ὶ] χρόνον 7 {²hedera}² | |
[— — Οὐ]μ̣μιδ̣ίου Ῥούφου καρπιστοῦ προσελθόντος Μ̣[ά]ρκωι | |
Μ̣εττίωι Ῥούφωι τῷ ἡγεμόνι διερχομένῳ καὶ ἐπι[δ]εδωκό- | |
τος ἀναφόρ[ιο]ν, δι’ οὗ ἐδήλου· α̣νόμως πεπραμένον εἶναι τοῦ- | |
10 | τον τὸν κη[πό]ταφον· ὃς λαβὼ̣ν τὸ ἀναφόριον Κλαυδίῳ Γεμείνῳ |
ὄντι ἰ̣δ̣ίωι̣ [λόγωι ἐ]πέδωκεν πρὸς ἐξέτασιν· ὃς ἀκούσας τοῦ | |
πράγμ̣[ατος ἀπέφη]νεν μεθ’ ἕτ̣ερα τὰ ὑπογεγραμμένα 7 {²hedera}² | |
Κλαύδιο[ς Γέ]μ̣ε̣ι̣ν̣[ος]· ἐκ πάντων μὲν φαν[ε]- | |
ρόν ἐστιν ὅτι τὸ[ν ἀκαταχρημάτι]στον τάφον προφάσει μισθώ- | |
15 | σεως ἐπώλησαν̣ [— —ca.10— —]Ν ὅσον κακῶς εἰλ[ή]φ̣ασιν ἀπαι- |
τηθήσονται, τὸ δ[ὲ μνημεῖον] μενεῖ τοῖς ἐνκε̣[ιμέ]ν̣οις σώ- | |
μασιν ἀκαταχρημά[τιστον ἀεί. Δι]ονύσιος· ενο[— —ca.9— —]Ν | |
τῶν τὰς τετρακισχε̣[ι]λ̣[ίας — —ca. 10— —]μός ἐστιν ὁ αν[— —ca. 9— —]φ̣ος. | |
Κλαύδιος Γέμεινος ἐὰν τ̣οῦτο ἀ̣[λη]θὲς ἦν, καὶ αὐτὸς [τὸ ἐ]πιβάλλον | |
20 | ἑαυτῶι μέρος ὑπεύθυνος εἶ[ν]α̣ι, ὀφείλει {²hedera}² Μάν̣ιος Μούμ- |
μειος Ῥοῦφος κληρονόμος κατα<λ>ελειμμένος ἐκ διαθήκης Πομπη- | |
%⁸¹#⁹⁰¹ίου Ἐπαφρᾶ ἐφ̣[ρ]όντισεν καὶ ἐκαρπίσατο διὰ ἐτ[ῶ]ν δέκα | |
{²hedera + frons}² {²hedera + frons}² |