[ ]
Eg. — Philai Isl. — 115 BC
1 | [— — — — — —]α̣ι̣ο̣ς Ἀμμωνίου |
τῶν διαδόχων φρουραρχ̣[ῶ]ν τὸν τόπον | |
ἔτη μβʹ καὶ ἀνέγκλητος γε̣γονὼς τοῖς | |
ἐνταῦθα κατοικοῦσι ὀμοίως δὲ καὶ τοῖς | |
5 | παρεπιδημοῦσι ξένοις καὶ ἐν ταῖς τῶν |
στρατηγῶν παρουσίαις ἐπαίνου τετευχὼς | |
καὶ ἐπὶ τῆι γενομένηι τοῦ κυρίου βασιλέως | |
θεοῦ Φιλομήτορος Σωτῆρος τοῦ βʹ (ἔτους) | |
ἐφόδωι ἐπισημασίας τετευχώς, | |
10 | εὐχὴν καὶ χαριστήρια. |