[ ] Eg. — Elephantine Isl. — ca. 135/4-131 BC
See also:
1 βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι
τῆι ἀδε<λ>φῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναικὶ
θεοῖς Εὐεργεταῖς καὶ τοῖς τέκνοις καὶ Χνούβει
καὶ Ἥραι καὶ Ἀνούκει καὶ Ἴσει καὶ Διονύσωι καὶ τοῖς ἄλλοις
5 θεοῖς πᾶσι ὑπὲρ Πτολεμαίου τοῦ Πτολεμαίου
τοῦ Εὐμένους τῶν πρώτων φίλων καὶ στρατηγοῦ
καὶ Πτολεμαίου καὶ Τιμάρχου καὶ Καλλικράτους τῶν ἰσοτίμων
τοῖς πρώτοις φίλοις τῶν υἱῶν αὐτοῦ Ἀσκληπιάδης
Ἀμμωνίου Μακεδὼν τῶ<ν> διαδόχων καὶ φρούραρχος
10             Ἐλεφαντίνης.
Search Help
Contact Us