[ ] Eg. — Elephantine Isl. — 196 BC
1 [τά τε τίμια τῶν ἱερῶν καὶ τῆς Αἰγύπτου διατετήρηκεν ἐπὶ χώρας ἀκολούθως τοῖς νόμοις· καὶ τὸ Ἀπιεῖον ἔργοις πολυτελέσιν κατ]εσκεύασε̣ν, χ̣ο̣ρηγή̣-
[σας εἰς αὐτὸ χρυσίου τε καὶ ἀργυρίου καὶ λίθων πολυτελῶν πλῆθος οὐκ ὀλίγον, καὶ ἱερὰ καὶ ναοὺς καὶ βωμοὺς ἱδρύσατο τά τε προσδεόμενα ἐπισκευῆς προσδ[ι̣ω̣ρ̣θ̣ώσ̣α̣τ̣ο̣ ἔχῳ[ν θεοῦ εὐ]εργετικοῦ ἐν τοῖς ἀνήκο-
[υσιν εἰς τὸ θεῖον διάνοιαν· προσπυνθανόμενος τε τὰ τῶν ἱερῶν τιμιώτατα ἀνενεοῦτο ἐπὶ τῆς ἑαυτοῦ βασιλείας, ὡς καθήκει· ἀνθ’] ὧ̣ν̣ δ̣εδώκ̣ασιν̣ αὐτῶι ο̣ἱ̣ θ̣ε̣ο̣ὶ̣ ὑ̣γίειαν, νίκην, κράτος καὶ τἆλλ̣’
[ἀγαθὰ πάντα, τῆς βασιλείας διαμενούσης αὐτῶι καὶ τοῖς τέκνοις εἰς τὸν ἅπαντα χρόνον· ἀγαθῆι τύχηι· ἔδοξεν τοῖς ἱερεῦ]σι τῶν κατὰ τὴν χώραν ἱερῶν πάντων, τὰ ὑπάρχοντα τίμια κα-
5 [τὰ τὰ ἱερὰ τῶι αἰωνοβίωι βασιλεῖ Πτολεμαίωι, ἠγαπημένωι ὑπὸ τοῦ Φθᾶ, θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, ὁμοίως δὲ καὶ̣ τὰ τῶν γονέων αὐτοῦ θ]ε̣ῶν Φιλοπατόρων καὶ̣ τῶν προγό̣νω̣ν θεῶν Εὐεργέτων κ̣α̣ὶ̣
[τὰ τῶν θεῶν Ἀδελφῶν καὶ τὰ τῶν θεῶν Σωτήρων ἐπαύξειν μεγάλως· στῆσαι δὲ τοῦ αἰωνοβίου βασιλέως Πτολεμαίου θεοῦ Ἐπιφανοῦς Εὐ]χ̣αρίστου εἰκόνα ἐν ἑκάστωι ἱε̣ρ̣ῶι ἐν τῶι ἐπιφαν̣ε̣στάτ̣ωι̣
[τόπωι, ἣ προσονομασθήσεται Πτολεμαίου τοῦ ἐπαμύναντος τῆι Αἰγύπτωι, ᾗ παρεστήξεται ὁ κυριώτατος θεὸς τοῦ ἱεροῦ, δ]ιδοὺς αὐτῶι ὅπλον ν̣ι̣κητικόν, ἃ ἔ̣σ̣ται κ̣α[τε]σ̣κευα̣[σ]μ̣ένα̣ τ̣-
[ὸν τῶν Αἰγυπτίων τρόπον, καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐταῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμεν]α συντελεῖν καθὰ καὶ [τ]ο̣ῖ̣ς ἄλλο̣ι̣ς̣ θ̣εοῖς ἐν ταῖς̣ ἑ[ορ]τ̣αῖ̣ς̣ κ̣α̣ὶ̣
[πανηγύρεσιν· ἱδρύσασθαι δὲ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι τῶι ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης θεῶν Φιλοπατόρων, ξόανόν τε] κ̣α̣ὶ̣ ν̣α̣ὸν χρυσοῦν̣ [κ]α̣θ̣’ ἕκαστο̣ν ἱερὸν καὶ καθιδρῦσαι ἐν το̣ῖ̣ς ἀδύ-
10 [τοις μετὰ τῶν ἄλλων ναῶν, καὶ ἐν ταῖς μεγάλαις πανηγύρεσιν, ἐν αἷς ἐξοδεῖαι τῶν ναῶν γίνονται, καὶ τὸν τοῦ θεοῦ Ἐπιφανοῦς Εὐ]χαρίστου ναὸν συνεοδεύειν· ὅπως δ’ εὔσ]η̣μ̣ος ἧι νῦν̣ τε̣ καὶ εἰς τὸ̣ν̣ ἔ̣πειτα χρόνον, ἐπικ̣ε̣ῖ̣σθ̣α̣ι τῶι ναῶι τὰς τοῦ βασιλ-
[έως χρυσᾶς βασιλείας δέκα, αἷς προσκείσεται ἀσπίς, καθάπερ καὶ ἐπὶ πασῶν τῶν ἀσπιδοειδῶν βασιλειῶν τῶν ἐπὶ τῶν ἄλλων ναῶν· ἔ̣σται δ’ αὐτῶν ἐν τῶι μέσωι ἡ κ]α̣λ̣ο̣υμέ̣ν̣η [ψ]χ̣ὲ̣ντ βασιλεία, ἣν περιθέμενος εἰσῆλθεν εἰς τὸ ἐν̣ Μ̣έ̣μ̣φ-
[ει ἱερόν, ὅπως ἐν αὐτῶι συν]τελεσθῆι τὰ νομιζόμενα τῆι παραλήψει τῆς τῆς βασιλείας· ἐπιθεῖναι δὲ καὶ ἐπὶ τοῦ περὶ τὰς βασιλείας τετραγώνου κατὰ τὸ προειρημένον βασίλειο]ν̣ φυ̣λ̣α̣κτήρια χ̣ρυσοῦ, δ̣ι̣’ ὧ̣ν̣ [διασαφ]ή̣[σε]τ̣α̣ι̣, δ̣ιότι ἐστὶν τοῦ βασιλέω-
[ς τοῦ ἐπιφανῆ ποιήσαντος τὴν τε ἄνω χώραν καὶ τὴν κάτω· καὶ ἐπεὶ τὴν τριακάδα τοῦ Μεσορῆ, ἐν ἧι τὰ γενέθλια τοῦ βασιλέως ἄγεται, ὁμοίως δὲ καὶ τὴν ἑπτακαιδεκάτην τοῦ Φαωφί, ἐν ἧι] π̣αρέλ̣α̣β̣ε τὴν β̣α̣σιλείαν πα̣ρ[ὰ τοῦ] π̣[ατρὸ]ς̣ ἐ̣π̣ω̣ν̣ύ̣μους νενομίκα-
[σιν ἐν τοῖς ἱεροῖς, αἳ δὴ πολλῶν ἀγαθῶν ἀρχηγοὶ πᾶσίν εἰσιν, ἄγειν τὰς ἡμέρας ταύτας ἑορτὰς καὶ πανηγύρεις ἐν τοῖς κατὰ τὴν Αἴγυπτον ἱεροῖς κατὰ μῆνα, καὶ συντελεῖν ἐν αὐτοῖ]ς θυσίας καὶ σπονδὰς καὶ [τἆλλα τὰ νομιζό]μ̣ε̣ν̣α̣ κ̣α̣θὰ καὶ ἐν ταῖς ἄλλα-
15 [ις πανηγύρεσιν τάς τε γενομένας προθέ[σεις τοῖς — — — — — — παρεχομένοις ἐν τοῖς ἱεροῖς· ἄγειν δὲ καὶ ἑορτὴν καὶ πανήγυριν τῶι αἰωνοβίωι καὶ ἠγαπημένωι ὑ]π̣ὸ Φθᾶ, βασιλε̣ῖ̣ Π̣τ̣ο̣λ̣ε̣[μαίωι θεῶι Ἐπ̣ι̣φ̣α̣ν̣ε̣ῖ̣ Ε̣ὐ̣χ̣α̣ρ̣ί̣σ̣τωι κατ’ ἐνιαυτ-
[ὸν ἐν τοῖς ἱεροῖς τοῖς κατὰ τὴν χώραν ἀπὸ τῆς νουμηνίας τοῦ Θωὺθ ἐφ’ ἡμέρας πέντε, ἐν αἷς καὶ στεφανφορήσουσιν συντελοῦντες θυσίας καὶ σπονδὰς καὶ τἆλλα τὰ] κα̣θήκοντα· προσ̣α̣γ̣ο̣[ρε]ύ̣ε̣σθ̣α̣ι̣ [δὲ καὶ τοὺς ἱερ]ε̣ῖ̣ς̣ πάντας, διό̣τ̣ι εἰσὶν καὶ τοῦ θ̣ε̣-
[οῦ Ἐπιφανοῦς Εὐχαρίστου ἱερεῖς πρὸς τοῖς ἄλλοις ὀνόμασιν τῶν θεῶν, ὧν ἱερατεύουσιν, καὶ καταχωρίσαι εἰς πάντας τοὺς χρηματισμοὺς καὶ εἰ]ς τοὺς δ̣α̣κτυλ̣ί̣ο̣υ̣[ς ἐγκολάψαι τὴν] ἱερατείαν αὐτοῦ· ἐξεῖναι δὲ καὶ τοῖς ἄλ̣λ̣οι̣ς̣
[ἰδιώταις ἄγειν τὴν ἑορτὴν καὶ τὸν προειρημένον ναὸν ἱδρύεσθαι καὶ ἔχειν παρ’ αὑτοῖς συντελοῦντας τὰ νόμιμα ἐν ἑορταῖς ταῖς τε κατὰ μῆνα καὶ ταῖς κατ’ ἐνιαυτόν, ὅπως γν]ώριμον ἦι διότι οἱ ἐν Α̣ἰ̣[γυπτωι αὔξουσι καὶ τιμ]ῶ̣σ̣ι̣ τὸν θ̣εὸν Ἐπιφα̣ν̣ῆ̣ Εὐχάριστο-
[ν βασιλέα, καθάπερ νόμιμόν ἐστιν αὐτοῖς· τὸ δὲ ψήφισμα τοῦτο ἀναγράψαι εἰς στήλας στερεοῦ λίθου τοῖς τε ἱεροῖς καὶ ἐγχωρίοις καὶ ἑλληνικοῖς γράμμασιν, καὶ στῆσαι ἐν] ἑ̣κ̣ά̣στωι τῶν τε πρώτων καὶ δευ̣τ̣έ̣ρ̣ω̣ν̣ κ̣α̣ὶ̣ τ̣ρ̣ίτω̣ν̣ ἱερῶν πρὸς τῆι εἰκόνι [τῆι τοῦ αἰωνοβίου βασιλέως].
Search Help
Contact Us