[ ] Eg. — Ombos (Kōm Ombo) — 6th/7th c. AD
Recto.1            𐆠 ΧΜΓ 𐆠
☩ τῆς θείας προνοίας συναιρουμένης κ<α>ὶ
τῆς σπουδῆς καὶ ἐπίξεως Ἀρσενίου καθ(ωσιωμένου) τρι(βούνου)(?)
καὶ Θεολογίου πριμ(ικηρίου) καὶ λοιποῖς πρώτ(οις) ἡ
5 πᾶσα κάθαρσις γεγένηται τοῦ δημοσίου τού-
του τόπου, καὶ τῆς κόπρου τῆς πολλῆς τῆς οὔσ-
ης πρὸ πολλοῦ τοῦ χρόνου ἐγένετο ἡ με-
ταφορά, καὶ ἐξ ὑπομνήσεως καὶ ὑποβολῆς καὶ
ἐπιεικίας τοῦ ἐπισκόπου κ(αὶ) παντὸς τοῦ
10 ὄχλου συνυπουργοῦντος ἀνανεώθη ὁ
αὐτὸς τόπος καὶ ᾠκοδομήθη ἀπὸ θεμε-
λίου ἕως ἄνω εἰς οἰκη[τ]ήρ[ι]ον τῶν
ξένων καὶ τῶν παρερχομένων
ἄνευ δημοσίας συνόψεως,
15 καὶ ἐν τῷ αὐτῷ τόπῳ ἐτάχθη
ἡ γραφὴ τούτου τοῦ ταβλίου
τῆς ἀνανεώσεως ἐν μηνὶ
Θὼθ πέμτῃ {²⁶πέμπτῃ}²⁶ τῆς παρούσης
πεντεκαιδεκάτης ἰνδικ(τίωνος)·
20 𐆠 ἐγράφη δι’ ἐμοῦ Ἰσακίου. ☩
Verso.21 τουτὸ τὸ τηλικοῦτον ἀγαθ(ὸν)
τῆς οἰκοδομῆς τοῦ ἀπαν-
τητηρίου ἐγένετο ἐπὶ τῶν αἰσίω(ν)
χρόνων τοῦ ἐνδοξ(οτάτου) Γαβριηλίου δου-
25 κὸς τῆς Θηβαίων χώρας καὶ τοῦ μεγαλ(οπρεπεστάτου)
κόμ(ητος) Πᾶ τοποτηρ(ητοῦ) κ(αὶ) Φοιβάμμονος ☩
τοῦ λαμπ(ροτάτου) καγκελ(λαρίου), σπουδῆς καὶ {οι} οἰκ(ονομίας)
λαμπρ(οτάτου) Δωροθέου καγγ(ελλαρίου) καὶ Ἰωάννου
λαμπρ(οῦ) σιγγ(ουλαρίου) ἐπιμελητοῦ εἰς οἴκησιν
30 τῶν εἰσερχομ(ένων) στρ(ατιωτῶν) εἰς ἀμεριμνίαν τε
τῶν ἐρευθεριτέων μιτάτων ἐπιτ(άξεως)
ιδʹ ἰνδ(ικτιῶνος) ληγ(ούσης) Παυνὶ ιθʹ, ἐπισυνιόντο(ς)
τοῦ κληρικ(οῦ) ἡμῶν πάντων χαιρόντ(ων)
[καὶ ἀγαλλο]μένων ἐν ὀνόματι Ἰη(σοῦ) Χρ(ιστοῦ).
35             ☩ Ἰωάννης στ(οιχεῖ). 𐆠
Search Help