[ ] Eg. — Ombos (Kōm Ombo) — 193-214 AD
See also:
1 [ὑπὲρ νίκης καὶ αἰωνίου διαμονῆς τῶν κυρίων]
[Α]ὐτοκράτορος Μάρκου Αὐρηλίου Σεουήρου
Ἀ̣ντωνίνου Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ
καὶ Ἰουλίας Δόμνης Σεβαστῆς μητρὸς ἀνεικήτων
5 [σ]τ̣ρατοπέδων Σερῆνος Ἀλεξάνδρου πανταρχήσας
[τ]ῆ̣ς Ὀμβειτῶν πόλεως εὐσεβείας χάριν ἀνέθηκεν
[ἐ]π̣’ ἀγαθῶι· ἔτει κβʹ Φαρμουθὶ ἐνάτῃ.
Search Help
Contact Us