[ ]
Att. — stoich. 28 — 378/7
| [ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι — —] | |
| 1 | [․․ὶς ἐπρυτ]άνευεν, Κ̣α̣λ̣λ̣[․․․7․․․ Ἀλω]- |
| πεκῆθεν ἐγραμμάτευεν, Σίμων [․․5․․]- | |
| ιος ἐπεστάτε· Ἀστύφιλος εἶπεν· περὶ | |
| ὧν οἱ Μηθυμναῖοι λέγοσιν, ἐπειδ- | |
| 5 | ὴ σύμ<μ>αχοί εἰσιν καὶ εὖνοι τῆι πόλη- |
| ι τῆι Ἀθηναίων Μηθυμναῖοι, ὅπως ἂν | |
| καὶ πρὸς τὸς ἄλλος συμμάχος τὸς Ἀθ- | |
| ηναίων ἦι αὐτοῖς ἡ συμμαχία, ἀναγρ- | |
| άψαι αὐτὸς τὸν γραμματέα τῆς βολῆ- | |
| 10 | ς, ὥσπερ καὶ οἱ ἄλλοι σύμμαχοι ἀναγ- |
| εγραμμένοι εἰσίν· ὀμόσαι δὲ τὴν πρ- | |
| εσβείαν τῶν Μηθυμναίων τὸν αὐτὸν | |
| ὅρκον, ὅμπερ καὶ οἱ ἄλλοι σύμμαχοι | |
| ὤμοσαν, τοῖς τε συνέδροις τῶν συμμ- | |
| 15 | άχων καὶ τοῖς στρατηγοῖς καὶ τοῖς |
| ἱππάρχοις. ὀμόσαι δὲ τοῖς Μηθυμνα- | |
| ίοις τός τε συνέδρος τῶν συμμάχω[ν] | |
| καὶ τὸς στρατηγὸς καὶ τὸς ἱππάρχο- | |
| ς κατὰ ταὐτά. ἐπιμεληθῆναι δὲ Αἴ[σι]- | |
| 20 | μον καὶ τὸς συνέδρος τὸς ἐπὶ τῶν [νε]- |
| ῶν ὅπως ἂν ὀμόσωσιν αἱ ἀρχαὶ αἱ Μ[ηθ]- | |
| υμναίων καθάπερ οἱ ἄλλοι σύμμαχο[ι]. | |
| ἐπαινέσαι δὲ τὴμ πόλιν τὴν Μηθυμν- | |
| αίων καὶ καλέσαι τὸς πρέσβες τῶν | |
| 25 | Μηθυμναίων ἐπὶ ξένια. {²vacat}² |
| {²vacat 0.065}² |