[ ] Att. — stoich. 35 — 378/6 — IG II² 40 Add. (pt. 1.2 p. 657)
1 [․․․․ τὸν δὲ ὅρκον ὀμνύντ]ων ἑπτὰ καὶ δέ[κα ἄν]-
[δρες ἐξ ἑκατέρας. καλέσα]ι δὲ καὶ τὼ Θηβαί[ων]
[πρέσβη — — — καὶ — — —]ον ἐπ̣ὶ ξένια ἐς τὸ [π]-
[ρυτανεῖον ἐς αὔριον. v Κ]έφαλος εἶπε· περὶ ὧν
5 [λέγοσιν οἱ ἐς τὸς συμμά]χος πρεσβεύσαντες,
[τὰ μὲν ἄλλα καθάπερ τῆι] βολῆι· ἐπαινέσαι δὲ
[․․․․․․․․18․․․․․․․․]ντα καὶ Θεόπομπον κα-
[ὶ ․․․8․․․․ καὶ τὸν τρι]ήραρχον Ἀριστόμ]χο-
[ν καὶ καλέσαι ἐπὶ δεῖ]πνον ἐς τὸ πρυτανεῖ[ον]
10 [ἐς αὔριον· ἐπαινέσαι] δὲ καὶ Ἀντίμαχον τὸγ Χ-
[ῖον καὶ ․․6․․․ τὸν Μυ]τιληναῖον καὶ καλέσα-
[ι ἐπὶ δεῖπνον ἐς τὸ πρ]υτανεῖον ἐς αὔριον κα-
[ὶ τὰς στήλας ἀναγράψ]αι αὐτῶν τὸγ γραμματέ-
[α τῆς βολῆς ἐν ἀκροπό]λει κατὰ τὸ ψήφισμα τῆ-
15 [ς βολῆς· περὶ δὲ τῶν συν]θηκῶν τῶν ἐν τῆι στήλ-
[ηι ․․․․10․․․․ ἐπειδὴ] φαίνεται διάφορος ἡ
[ἐν Θήβαις τῆι ἐν ἀκροπ]όλει στήληι, προβολε-
[ύσασαν τὴν βολὴν περὶ] αὐτῶν ἐξενεγκε͂ν ἐς τ-
[ὸν δῆμον· καὶ περὶ ․․․․]το το[ῦ Μ]υτιληναίο τὴ-
20 [ν βολὴν προβολεύσασα]ν ἐξενεγκε͂ν ἐς τὸν δῆ-
[μον· ὑπὲρ δὲ τῆς ἀναγρα]φῆς τῶν στηλῶν μερίσ-
[αι τὸς ταμίας τετταρά]κοντα δραχμὰς ἑκατέ-
[ρας τῆς στήλης ΔΔ τῶι γ]ραμματεῖ v τῆς βολῆς.
                  vacat 0.115
Search Help