[ ]
Att. — stoich. 28 — 387/6
[— — — — — — — — — — — — — — — — — ἀγ]- | |
1 | [γελί]ας ἕνεκα [παραδοῦ]ναι, ἐὰν κα[ὶ τ]- |
[ῶ]ι δήμ[ωι] δοκ[ῆι, καὶ] τὴν εὐεργ[εσίαν] | |
[ἀ]ναγράψ[αι ἐν στ]ήλει λιθίνει ἐν [ἀ]κ- | |
[ρ]οπόλει. κ[αλέ]σαι δὲ αὐτὸν ἐπὶ ξέν[ι]- | |
5 | α εἰς τὸ πρυτανεῖον εἰς αὔριον vacat |
Κέφαλος εἶπε· τὰ μὲν ἄλλα καθάπερ [τ]- | |
ῆι βολε͂ι, ἀναγράψαι δὲ Φανόκριτο[ν] | |
τὸν Παριανὸν πρόξενον καὶ εὐεργ[έ]- | |
την αὐτὸν καὶ τὸς ἐκγόνος ἐν στήλ[η]- | |
10 | ι λιθίνει καὶ στῆσαι ἐν ἀκροπόλε[ι] |
[τ]ὸγ γραμματέα τῆς βολῆς, ἐπειδὴ π[α]- | |
[ρ]ήγγελε τοῖς στρατηγοῖς περὶ [τῶν] | |
[ν]εῶν το͂ παράπλο, καὶ εἰ οἱ στρατ[ηγο]- | |
[ὶ] ἐπίθοντο, ἑάλωσαν ἂν α[ἱ] τρ[ι]ήρε[ι]ς | |
15 | αἱ πολέμιαι· ἀντὶ τούτων ἐ͂ναι [κ]αὶ τ- |
ὴν προξενίαν καὶ τὴν εὐεργεσί[αν κ]- | |
αὶ καλέσαι αὐτὸν ἐπὶ ξένια εἰς τ[ὸ π]- | |
ρυτανεῖον εἰς αὔριον· μερίσαι δὲ τ- | |
ὸ ἀργύριον τὸ εἰρημένον το͂ς ἀποδε- | |
20 | κτας ἐκ τῶν καταβαλλομένων χρημά- |
[τ]ων, ἐπειδὰν τὰ ἐκ τῶν νόμων μερ[ίσω]- | |
[σι]. |